Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1229
Not analysed yet
παρασκευὴ τῆς καθάρσεως, ἢ καὶ αὐτὴ ἡ κάθαρσις τῶν ἁγίων. Οὗτοι γὰρ ἱμάτια κατὰ Χριστὸν, οὓς τρόπον τινα περιβάλλεται, ἐνοικῶν αὐτοῖς. Τῶν λαφύρων τῆς αἰχμαλώσεως διανεμηθέντων εἴς τε τοὺς ἀριστεῖς καὶ εἰς τὴν ἄλλην συναγωγὴν τοῦ λαοῦ, προσέταξεν ὁ Θεὸς ἀποδιελεῖν τῷ Θεῷ καὶ τοῖς Λευΐταις μοίρας ἀπὸ τῆς αἰχμαλωσίας, ἔκ τε ἀνθρώπων, καὶ ἐκ τετραπόδων· καὶ τοὺς μὲν ἀριστεῖς προσαγαγεῖν τῷ Θεῷ, ἐκ πεντακοσίων ἕν· τὸν δὲ λοιπὸν λαὸν προσαγαγεῖν τοῖς Λευΐταις, ἐκ πεντήκοντα ἕν. Οἱ μὲν γὰρ ὀλίγα ἔχοντες ἁμαρτήματα, ὀλίγα ὀφείλουσιν. Οἱ δὲ πλείοσιν ὑπεύθυνοι πλημμελήμασι, πάντως πλείονα. Καίτοι ἐν τῇ διανομῇ οἱ μὲν ἀριστεῖς μόνοι, τὸ ἥμισυ τῆς ὅλης αἰχμαλωσίας ἔλαβον· ἡ δὲ ἄλλη συναγωγὴ πᾶσα, τὸ ἥμισυ. Τοῖς γὰρ εὐδοκιμωτέροις πλείονα χαρίσματα δίδωσιν ὁ Θεός. Ἀλλ' οἱ μὲν ἀριστεῖς τῷ Θεῷ προσάγουσι τὸ λάχος, ἡ δὲ λοιπὴ συναγωγὴ τοῖς Λευΐταις, ὡς εἴρηται. Καὶ γὰρ οἱ μὲν εὐδοκιμώτεροι ἀμέσως καρποφοροῦσι τῷ Θεῷ τὰ ἑαυτῶν κατορθώματα· οἱ δὲ μετ' ἐκείνους εὐδόκιμοι, διὰ μέσων τῶν ἀνακειμένων Θεῷ ἁγίων δωροφοροῦσι Θεῷ, τοῖς προσεδρεύουσιν αὐτῷ τὰ πρὸς τὴν χρείαν παρέχοντες, καὶ ταῖς ἁγίαις Ἐκκλησίαις ἐπικουροῦντες. Ἀλλὰ ταῦτα μὲν ἐκ θείου προστάγματος. Οἴκοθεν δὲ καὶ ἀφ' ἑαυτῶν οἱ τῶν ἀριστέων ἀφηγούμενοι προσήγαγον τῷ Θεῷ χρυσοῦς χλιδόνας καὶ ψέλλια, καὶ δακτύλια, καὶ περιδέξια, καὶ ἐμπλόκια. Οἱ γὰρ ἐν Χριστῷ καθηγούμενοι τοῦ λαοῦ καὶ προὔχοντες ὑπερβαίνουσι πολλάκις τὰς εὐαγγελικὰς ἐντολὰς εἰς κατορθώματα, παρθενίαν οἴκοθεν ἐπιτηδεύοντες τὴν μὴ νενομοθετημένην, καὶ ἄλλα τοιαῦτα. Καὶ γὰρ καὶ Παῦλος κελευσθεὶς ἀπὸ τοῦ Εὐαγγελίου τρέφεσθαι, ταῖς ἰδίαις ἐτρέφετο χερσί. Διὰ δὲ τῶν ἀπηριθμημένων χρυσῶν σκευῶν, τὰ διάφορα τῆς τιμίας καὶ λαμπροτάτης ἀρετῆς εἴδη ὑποσημαίνεται. Ταῦτα δὲ πάντα εἰς τὴν σκηνὴν τοῦ Θεοῦ εἰσήχθησαν, φησὶν, εἰς μνημόσυνον αὐτῶν. Τὰ γὰρ τοιαῦτα κατορθώματα τῶν ἁγίων τῇ Ἐκκλησίᾳ θησαυρίζονται κόσμος, εἰς μνημόσυνον τῶν κατορθωσάντων. Ἀλλὰ καὶ ὅτε ἡ σκηνὴ πρότερον κατεσκευάζετο, προσέταξε μὲν ὁ Θεὸς ἐπισκοπηθῆναι τὸν λαόν· καὶ προσαγαγεῖν ἕκαστον ἄρσενα τῷ Θεῷ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω τὸ ἥμισυ τοῦ διδράχμου. Οἱ δὲ ἄρχοντες οἴκοθεν καὶ ἀφ' ἑαυτῶν προσήγαγον τοὺς τιμίους λίθους, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὴν τοῦ θυμιάματος σύνθεσιν. Λίθοι μὲν οὖν τίμιοι, αὐτοὶ οἱ ἐκλεκτοὶ καθηγούμενοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, διὰ τὸ στεῤῥὸν καὶ καθαρὸν καὶ λαμπρὸν καὶ πρὸς τοὺς ἄλλους διαφορώτατον· περὶ ὧν εἴρηται τῷ προφήτῃ, ὅτι «Λίθοι κυλίονται ἐπὶ τῆς γῆς.» Οἱ δ' αὐτοὶ καὶ ἔλαιον βασιλικόν τε καὶ ἱερατικὸν, οὐ μόνον χύοντες [f. χρίοντες] βασιλεῖς καὶ ἱερεῖς, ἀλλὰ καὶ πιαίνοντες τὰς ψυχὰς πανσόφοις διδασκαλίαις, καὶ καθιλαρύνοντες. Οἱ αὐτοὶ δὲ καὶ θυμίαμα διὰ τὴν εὐωδίαν τῶν ἀρετῶν· σύνθετον δὲ ὡς ἐκ πράξεως καὶ θεωρίας εὐωδιάζοντες. Περὶ μέν τοι τῶν εἰκοσαετῶν καὶ ἐπάνω, προειρήκαμεν ἐν τοῖς προλαβοῦσι.