Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1232
Not analysed yet
Κτηνοτρόφοι ὄντες οἱ τῆς φυλῆς Ῥουβεὶμ, καὶ οἱ τῆς φυλῆς Νὰδ, ἐπεὶ χώραν ἐθεάσαντο καλὴν εἰς κτηνοτροφίαν, πρὸ τοῦ Ἰορδάνου, ἐάλωσαν αὐτῆς καὶ παρεκάλεσαν τὸν Μωσῆν, λαβεῖν αὐτὴν εἰς κλῆρον. Ὀργιζομένου δὲ καὶ ὀνειδίζοντος Μωσέως, ἐπηγγείλαντο, εἰ λάβοιεν ταύτην, ἀφεῖναι μὲν ἐπὶ ταύτης τὴν ἑαυτῶν ἀποσκευήν· αὐτοὶ δὲ ἔνοπλοι διαπεράσαι καὶ συμπολεμεῖν τῷ λαῷ· μὴ μέντοι καὶ κληρονομίαν ἄλλην ἐπιζητῆσαι. Τοιοῦτοι τὸν τρόπον εἰσὶν οἱ πολυκτήμονες καὶ τοῦ γεηροῦ πλούτου ἐπιθυμοῦντες. Ὅλον γὰρ τὸν νοῦν τείνοντες εἰς τοῦτον, ὀκνοῦσι μὲν πρὸς τοὺς ὑπὲρ ἀρετῆς ἄθλους, καὶ τὰς ὑπὲρ τοῦ κληρονομῆσαι τῶν ἐπηγγελμένων ἀγαθῶν κακοπαθείας. Ὀνειδίζοντος δὲ τοῦ θείου νόμου, καὶ ὀργῇ τούτοις ἐπανατεινομένου, μόγις διαβαίνουσιν εἰς παράταξιν, καὶ προσβοηθοῦσι τοῖς ἀνδραγαθοῦσι κατὰ τῶν ἀοράτων ἐχθρῶν, καὶ πολεμουμέναις ταῖς Ἐκκλησίαις ἐπικουροῦσιν. Οὐ συγκληρονομοῦσι δὲ τούτοις, ὡς τὴν πρὸ τοῦ Ἰορδάνου κληρονομίαν προτιμήσαντες, ὡς δεδήλωται· λέγω δὴ τὴν παρακειμένην τῷ ῥέοντι καὶ ἀστατοῦντι βίῳ ἀπόλαυσιν, καὶ κτηνῶν, καὶ γυναικῶν, καὶ παίδων ἕνεκα, καὶ ἐπαύλεων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι. ΤΗΣ ΒΙΒΛΟΥ ΤΟΥ ΔΕΥΤΕΡΟΝΟΜΙΟΥ. Ἐκέλευσε μὲν ὁ νόμος Ἑβραίους μὲν παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν, τῷ δὲ ἑβδόμῳ ἐλευθέρους ἀφίεσθαι· ἀλλοφύλους δὲ εἰς τὸν αἰῶνα δουλεύειν, δι' οὗ τὸ πεντηκοστὸν ἔτος ὑποσημαίνεται. Παντὶ πρακτικῷ παιδὸς ὁμοφύλου καὶ παιδίσκης δίκην ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ' ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ ἀντιταττόμενοι τοῖς ἀντικειμένοις τῇ πρακτικῇ πνεύμασι τῆς πονηρίας, πληρώσαντες δὲ τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμός. Ἐν ἡμέραις γὰρ ἓξ ὁ Θεὸς ἔκτισε τὸν κόσμον, τῆς ἀπαθείας παραγινομένης. ἣν αἰνίττεται τὸ ἕβδομον ἔτος. Ἐλεύθεροι λοιπὸν τῆς ἐπὶ τοῖς σωματικοῖς τρόποις ὑπουργίας τῶν ἀρετῶν, πρὸς τὴν τῶν συγγενῶν νοητῶν ἐπανέρχονται θεωρίαν. Ἀλλόφυλος παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· οὓς ὑποζεύγνυσι διὰ παντὸς τῇ δεσποτείᾳ τοῦ λόγου, πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν, δι' ἀνδρείας καὶ σωφροσύνης, ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς ἐλευθερίαν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος ὁ νόμος τῆς φύσεως, ὡς ὑπὸ ζωῆς θάνατος. Τοιγαροῦν ἕως ἐν ἡμῖν ὁ κόσμος ζῇ, καὶ ἡ πρὸς τὰ ὑλικὰ τῆς ψυχῆς ἑκούσιος σχέσις, οὐ δεῖ παρέχειν τούτοις ἐλευθερίαν· μήπως μιγέντες τοῖς αἰσθητοῖς ὁμοφύλοις, πολεμήσωσι τῇ ψυχῇ, καὶ λάβωσιν αὐτὴν δορυάλωτον τοῖς πάθεσιν. Ὅταν δὲ περάσωμεν εἰς τὸν αἰῶνα, καὶ φθάσωμεν εἰς ἀπάθειαν, ἐλευθέρους ἀφήσομεν αὐτοὺς, μετασκευασθέντος λοιπὸν τοῦ θυμοῦ μὲν πρὸς ζέσιν πνευματικὴν, καὶ σώφρονα μανίαν· τῆς ἐπιθυμίας δὲ, πρὸς ἔρωτα θεῖον, καὶ ἡδονὴν ἄχραντον.