Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1260
Not analysed yet
συγκομίζονται οἱ θεριζόμενοι διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπὸ τῆς πλάνης καὶ ἀπιστίας, Ἣν ἅλωνα ἐπρίατο νʹ σίκλων. Καὶ γὰρ ὁ Χριστὸς ἐπρίατο τὴν Ἐκκλησίαν πολλοῦ τιμήματος· τοῦ ἰδίου γὰρ αἵματος πηξάμενος θυσιαστήριον, ἐν αὐτῇ, λέγω δὴ τὰ ἐν πάσαις ταῖς κατὰ τόπον ἐκκλησίαις θυσιαστήρια, ἔθυσε δύο βόας, δι' ὧν ὅ τε ἐκ περιτομῆς πιστεύων λαὸς καὶ ὁ ἐξ ἀκροβυστίας ὑποσημαίνονται. Βόες μὲν ὡς ὑπὸ ζυγὸν τοῦ Εὐαγγελίου γεγονότες· θυσιαζόμενοι ὡς θύοντες ἑαυτοὺς, διὰ τοῦ σφαγιάζειν τὰ πάθη. καὶ ἀναλίσκειν αὐτὰ τῷ πυρὶ τοῦ ἁγίου Πνεύματος. Θυσίαι δὲ καὶ εἰρηνικὰ αὐτὸς πάλιν ὁ Χριστὸς διὸ τῆς μυστικῆς καὶ ἀναιμάκτου θυσίας ἑκάστου θυόμενος, καὶ εἰρήνην τοῖς ἐκπεπολεμωμένοις τῷ Θεῷ δωρούμενος, καὶ ἀποκαταλλάττων ἡμᾶς. ΤΗΣ ΤΡΙΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Εἰς τὸν Ἠλίαν, καὶ εἰς τὴν Σαραφθίαν. Πᾶσα ψυχὴ χηρεύουσα ἀρετῆς καὶ γνώσεως, εἴπερ ὑποδέξεται τὸν θεῖον καὶ διαγνωστικὸν λόγον, εἰς μνήμην ἄγοντα τῶν προτέρων ἁμαρτημάτων, καὶ προτιμήσει καὶ αὐτῆς τῆς φύσεως τὴν εἰς αὐτὸν θεραπείαν· ἕξει τὴν σάρκα μὲν ὡς ὑδρίαν, χορηγοῦσαν τὸν ἄρτον τῶν ἀρετῶν, τὸν νοῦν δὲ ὡς καμψάκην, πηγάζοντα τὸ φῶς τῆς γνώσεως· τὸν ἔμφυτον δὲ λογισμὸν, ὡς υἱὸν, τὴν ἐμπαθῆ μὲν ζωὴν ἀποτιθέμενον, τῆς ἀπαθοῦς δὲ καινοπρεπῶς ἀξιούμενον. Ὁ τῆς ἁγίας Γραφῆς λόγος τοῖς ὑψηλοτέροις νοήμασι μικρὸν ἐκδυσάμενος τὴν τῶν ἐπ' αὐτῷ σωματικῶς διαπεπλασμένων ῥητῶν σύνθεσιν, ὡς ἐν φωνῇ αὔρας λεπτῆς γνωρίζεται τῷ διορατικωτέρῳ νοΐ· αἴσθησιν μόνον ἰσχύοντι λαβεῖν τῆς μηνυούσης αὐτὸν ἁπλότητος. Ἐπεὶ δὲ τὸ μὲν Χωρὴβ, Νέωμα ἑρμηνεύεται· πὸ δὲ σπήλαιον κρύφιός ἐστι τόπος· πᾶς κατὰ τὸν μέγαν Ἠλίαν ζητῶν ἀληθῶς τὸν Θεὸν, οὐ μόνον ἐν τῷ Χωρὴβ γενήσεται νεάζων καὶ ἀκμάζων ἐν τοῖς πόνοις τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρήβ· λέγω δὴ τῇ κρυφιότητι τῆς γνώσεως, τῇ οὔσῃ ἐν τῇ ἕξει τῶν ἀρετῶν. ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Περὶ Ἑλισσαίου καὶ δίφρου. Τὸ ὑπερῷον καὶ ὁ δίφρος τὴν ὑψηλὴν καὶ πεφωτισμένην Ἑλισσαίου πολιτείαν ἐδήλου. Τὰ μὲν ἀτεκνοῦντα ῥεύματα τύπος ἦν τῆς ἀγόνου πρὸς εὐσέβειαν ἀνθρωπότητος. Οἱ δ' ἄλες, τῆς διδασκαλίας τοῦ Σωτῆρος. Διὸ καὶ πρὸς τοὺς ἀποστόλους ὕστερον ἔλεγεν, «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Ὁ δ' ἰασάμενος αὐτὰ Ἑλισσαῖος, αὐτοῦ Χριστοῦ, διὰ μιμήσεως ἁπτόμενος τῆς μνήμης τῶν ἁγίων· ἥ τις ὡς λείψανα φέρει τὰς πράξεις αὐτῶν καὶ τὰ κατορθώματα· τὴν μὲν τῶν παθῶν νέκρωσιν ἀποτίθεται, τὴν δὲ τῶν ἀρετῶν ζωὴν ὑποδέχεται.