Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1261
Not analysed yet
ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ. Περὶ Ὀζίου. «Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας, καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος, καὶ ἐπὶ τῶν γωνιῶν, καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ.» Ὥσπερ Σολομὼν μέχρι τινὸς ὑπῆρχε Χριστοῦ· οὕτω καὶ Ὀζίας ἕως τινός. Ὀζίας γὰρ ἰσχὺς Θεοῦ ἑρμηνεύεται, ἰσχὺς δὲ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, οἰκοδομῶν ἐν μὲν τῇ ὁράσει τῆς εἰρήνης· τοῦτο γὰρ ἑρμηνεύεται Ἱερουσαλὴμ, λέγω δὴ τοῖς τελειοτέροις εἰς θεωρίας κατάστασιν· πύργους τῶν περὶ τῆς θεότητος αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ γωνία ἐστὶν ἡ Ἐκκλησία τῶν πιστῶν, καθάπερ βʹ τοίχους ἑνοῦσα καὶ συνέχουσα, τόν τε ἐξ Ἰουδαίων λαὸν, καὶ τὸν ἐξ ἐθνῶν· πύλαι ἂν αὐτῆς νοηθεῖεν, οἱ εἰσαγωγικοὶ καὶ τῶν θεωρητικωτέρων ὑποδεέστεροι· ἐφ' οὓς αὖθις οἰκοδομεῖ πύργους τῶν περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δογμάτων. Ἐπεὶ δὲ νοεῖται φάραγξ ἡ σὰρξ ἡμῶν, διὰ τὸ εἶναι κάτωθεν, εἴη ἂν γωνία ταύτης, ἡ πρὸς τὴν ψυχὴν ἐν πνεύματι συνάφεια· ἐφ' ἣν οἰκοδομεῖ πύργους τῶν εὐαγγελικῶν ἐντολῶν. Πύργοι δὲ τά τε ῥηθέντα δόγματα καὶ εὐαγγελικαὶ ἐντολαί· ὡς ὑψηλὰ, καὶ φρουροῦντα καὶ φυλάττοντα καὶ ἀσφαλιζόμενα. Ἐπεὶ δὲ καὶ ἐπὶ τῶν γωνιῶν ᾠκοδόμησε πύργους, γωνίας νοήσομεν, τὰς διὰ Χριστοῦ γενομένας διαφόρους ἑνώσεις τῶν διῃρημένων· λέγω δὴ τῆς κτιστῆς καὶ ἀκτίστου φύσεως· ἔτι δὲ τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων καὶ ὅσα τοιαῦτα, ἐφ' ὧν οἰκοδομεῖ πύργους τῶν ἐφ' ἑκάστῃ ἑνώσει λόγων καὶ τρόπων. Ἔρημος δέ ἐστιν, ἡ τῶν φαινομένων φύσις, ἤτοι ὁ κόσμος οὗτος, ἐν ᾧ πύργους ᾠκοδόμησε τοὺς λόγους τῶν ὄντων, τὴν γνῶσιν τῆς φυσικῆς ἐν πνεύματι θεωρίας. Καὶ ἐλατόμησε λάκκους πολλοὺς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ, ἐν Σεφιλᾷ ἐν τῇ πεδινῇ, καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ, καὶ ἐν τῇ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Λάκκους λατομεῖ ὁ Κύριος ἐν τῇ ἐρήμῳ· λέγω δὲ τῷ κόσμῳ, καὶ τῇ φύσει τῶν ἀνθρώπων, τὰς τῶν ἀξίων καρδίας ἐκχοΐζων καὶ ἀποκαθαίρων τοῦ ὑλικοῦ βάρους τε καὶ φρονήματος, καὶ ποιῶν εὐρυχώρους πρὸς ὑποδοχὴν τῶν θείων τῆς σοφίας καὶ τῆς γνώσεως ὑετῶν· ἵνα ποτίζωσι τὰ κτήνη τοῦ Χριστοῦ· τοὺς δεομένους λέγω, διὰ ψυχῆς νηπιότητα, τῆς ἠθικῆς διδασκαλίας. Λάκκους καλεῖ ἡ Γραφὴ τὰς δεκτικὰς τῶν οὐρανίων χαρισμάτων τῆς αὐτοῦ γνώσεως καρδίας, λαμπομένας τῷ στεῤῥῷ λόγῳ τῶν ἐντολῶν, καὶ ἀποβαλλομένας καθάπερ πωρώματα, τήν τε πρὸς τὰ πάθη φιλίαν, καὶ τὴν πρὸς τὰ αἰσθητὰ τῆς φύσεως σχέσιν, καὶ πληρουμένας τῆς ἄνωθεν φερομένης ῥυπτικῆς τῶν ἀρετῶν ἐν πνεύματι γνώσεως. Ἐπεὶ δὲ τὸ Σεφιλὰ στενὴν λεκάνην ἑρμηνεύει· κτήνη τοῦ Σεφιλὰ εἶεν ἂν οἱ διὰ τῆς στενοχωρίας τῶν ἀκουσίων πειρασμῶν ἀποκαθαιρόμενοι τῶν ψυχικῶν κηλίδων, καὶ