Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1265
Not analysed yet
διὰ πρακτικῆς φιλοσοφίας κτησάμενος κράτος θεῖον, ἐπειδὰν γνῷ κινούμενον κατ' αὐτοῦ τὸν νοητὸν Σεναχηρεὶμ, ὃς ἑρμηνεύεται πειρασμὸς ξηραίνων, ἢ ὀδόντες ἠκονημένοι, ὁποῖός ἐστιν ὁ διάβολος, βουλεύεται μετὰ τῶν πρεσβυτέρων καὶ δυνατῶν τῶν ἀμφ' αὐτόν. Οὗτοι δέ εἰσιν ἥ τε λογιστικὴ δύναμις, καὶ ἡ θυμικὴ, καὶ ἡ ἐπιθυμητική· ἃς εἴληχεν, ὡς πρεσβυτέρους μὲν, ὅτι πρῶται δυνάμεις αὗται τῆς ψυχῆς, καὶ συμπληρωτικαὶ τῆς οὐσίας αὐτῆς, ὡς δυνατοὺς δὲ, ὅτι καὶ αὐτὸ τοῦτο Δυνάμεις ὀνομάζονται· καὶ ὅτι συνεργοί εἰσι τοῦ νοὸς πρὸς καθαίρεσιν κακίας, καὶ σύστασιν ἀρετῆς, καὶ ὅτι ἄρχουσιν, ἡ μὲν λογικὴ δύναμις, τῶν γνωστικῶν λογισμῶν· ἡ δὲ θυμικὴ, ὁρμῶν· καὶ ἡ ἐπιθυμητικὴ τῶν ἐπιθυμητικῶν ὀρέξεων· ἔτι δὲ ἑκάστη, τῶν κατ' αὐτὴν ἀποτελεσμάτων. Τούτους οὖν τοὺς πρεσβυτέρους ἔχων ὁ νοῦς ὑγιεῖς τε καὶ ἀνεξαπατήτους, βουλεύεται μετ' αὐτῶν, ὡς συνεργῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν τὰ ἔξω τῆς πόλεως. Ταῦτα δέ εἰσιν αἱ κατὰ τὴν φυσικὴν θεωρίαν γινόμεναι φαντασίαι, καὶ τὰ νοήματα τῶν αἰσθητῶν. Ὧν φαντασιῶν καὶ νοημάτων πηγαὶ, αὐτὰ τὰ αἰσθητὰ ἔξω τῆς πόλεως κείμενα· λέγω δὴ τῆς ψυχῆς· καὶ ἔξωθεν τὰς ἐξ αὐτῶν ῥεούσας φαντασίας εἰς αὐτὴν πέμποντα. Καλῶς οὖν ἐμφράττει τὰ τοιαῦτα ὕδατα, ἵνα μὴ δι' αὐτὰ παραμένων ὁ ἐχθρὸς πολεμῇ τῇ ψυχῇ. Ἐμφράττει δὲ καὶ τὸν ποταμὸν τὸν διερχόμενον διὰ τῆς ψυχῆς· οὖτος δέ ἐστιν ὁ τῆς φυσικῆς θεωρίας ἐπιστημονικὸς λόγος· ἵνα μὴ λάθῃ δι' αὐτοῦ εἰσελθών. Χρὴ γὰρ τὸν μὴ τελέως ἀπαλλαγέντα παθῶν, ἐν τῷ καιρῷ τοῦ πολέμου τῶν παθῶν, μύειν τὰς αἰσθήσεις, καὶ παύειν μὲν καὶ τὰς φαντασίας, καὶ τὰ νοήματα τῶν αἰσθητῶν, καὶ τὴν φυσικὴν φιλοσοφίαν, κακοπαθείᾳ τοῦ σώματος. Ὧν μὲν τῆς προσευχῆς τύπος, ἡ τοῦ βασιλέως εἰς τὸν θεῖον ναὸν ἄνοδος· τῆς δὲ σωματικῆς κακοπαθείας, ἡ τοῦ σάκκου παραβολή. Συνεπισχύουσι δὲ καὶ συνεργοῦσιν αὐτῷ πρὸς ἔμφραξιν, οἵ τε δηλωθέντες πρεσβύτεροι καὶ ὁ συναχθεὶς λαὸς, ὅστις ἐστὶν οἱ εὐσεβεῖς λογισμοὶ ἑκάστης τῶν εἰρημένων τριῶν δυνάμεων. Χρὴ δὲ φυλάττειν καὶ τὰ χείλη τῆς ψυχῆς, ἤτοι τὰς φρουρητικὰς αὐτῆς ἀρετὰς, ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν καὶ ὑπομονὴν, καὶ ταπείνωσιν· καὶ οὕτως ἀποστέλλεται θεόθεν ἄγγελος, ὁ διαφθείρων τὰ πάθη λόγος τῆς γνωστικῆς σοφίας, καὶ ἀναιρεῖ τὰς ρπεʹ χιλιάδας αὐτῶν. Ἓξ γὰρ δεκάκις ξʹ, καὶ τρὶς ξʹ καὶ ρπʹ, οἷς προστεθέντων καὶ εʹ συναπαρτίζεται ὁ τῶν ἀναιρεθεισῶν χιλιάδων ἀριθμός. Ἐπεὶ γὰρ ἡ περὶ φύσιν τῶν προειρημένων τριῶν δυνάμεων, πᾶσαν κακίαν ποιεῖ· τὸν ἓξ μὲν ἀριθμὸν λαμβάνομεν διὰ τὸ ποιητικὸν τῆς κακίας· ἐν ἓξ γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον. Δεκάκις δὲ διὰ τὴν ἐν κακίᾳ τελείαν κίνησιν ἑκάστης δυνάμεως. Τέλειος γὰρ ὁ δέκα, τελειῶν καὶ περιορίζων πάντας τοὺς κυρίως ἀριθμούς· τρισσοῦμεν τὰ ἀποτελεσθέντα διὰ τὸ τρισσὸν τῶν δηλωθεισῶν δυνάμεων. Καὶ προστιθέαμεν τὰ πέντε