Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1268
Not analysed yet
διὰ τὴν αἴσθησιν, περὶ ἣν ἡ κακία ἐνεργεῖται· πενταδικὴ γὰρ ἡ αἴσθησις. Χιλιάδες δὲ τὰ τῆς κακίας ἀποτελέσματα, διὰ τὸ χεῖσθαι λίαν καθ' ἡμῶν. Ὅτι δὲ ταῖς φαντασίαις καὶ τοῖς νοήμασι τῶν αἰσθητῶν ἀποκέχρηται καθ' ἡμῶν ὁ νοητὸς Σεναχηρεὶμ, ἐπηρεάζων καὶ ξηραίνων τὰς ψυχὰς τῶν ἁλισκομένων, τῷ χωρίζειν αὐτὰς τῆς πηγῆς τῶν ἀγαθῶν, παντί που δῆλον. Διὰ γὰρ τῶν φαντασιῶν τυπούμενα τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν, πολλάκις ἐναπομένουσι τῇ ψυχῇ, καὶ δεσμοῦσι καὶ κατασύρουσιν εἰς τὴν σύγχυσιν τῶν παθῶν, ἧς ὁ Σεναχηρεὶμ οὗτος βασιλεύει. Ἡ Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται. Ὑποστρέφει δὲ μετ' αἰσχύνης τῇ ὁδῷ ᾗ ἦλθεν ὡς γέγραπται· πῶς ὁδός ἐστιν αὐτὰ τὰ φυσικὰ πάθη, τὸ ἐσθίειν, τὸ πίνειν, τὸ ὑπνοῦν, καὶ ὅσα πρὸς σύστασιν τοῦ σώματος· ἃ τῷ μὲν ὑπὲρ τὴν χρείαν τρόπῳ τῆς χρήσεως ἄγουσιν εἰς ἡμᾶς τὸν διάβολον· τῷ δὲ κατὰ τὴν χρείαν τρόπῳ τῆς χρήσεως, δι' ἑαυτῶν αὖθις ἀποστρέφουσιν αὐτὸν, φεύγοντα εἰς τὴν γῆν αὐτοῦ· ἥτις ἐστὶν ἡ παγία τῆς κακίας ἕξις, ὃν φεύγοντα ἀναιροῦσιν οἱ υἱοὶ αὐτοῦ, καὶ φεύγουσιν εἰς Ἀρμενίαν. Υἱοὺς δὲ αὐτοῦ νοήσομεν τοὺς ἐξ αὐτοῦ τικτομένους πονηροὺς λογισμοὺς, ὑφ' ὧν ἀναιρεῖται, ὅτε συγχρησόμεθα τούτοις εἰς ἀγαθόν· καὶ δι' ὧν ἐσπούδασεν ἑλεῖν, διὰ τούτων ἀνέλωμεν αὐτόν. Οἳ καὶ φεύγουσιν εἰς παράθεσιν ἀναπαύσεως. Ἀρμενία γὰρ ἑρμηνεύεται παράθεσις ἀναπαύσεως. Παρατιθέασι γὰρ ἡμᾶς ἀναπαύσει λοιπόν. Ἀλλὰ ταῦτα μὲν οὕτως. Ποταμὸς δὲ διορίζων διὰ τῆς πόλεως, ἡ κατὰ τὴν φυσικὴν θεωρίαν γνῶσις τῶν αἰσθητῶν, ἵνα σαφέστερον εἴπωμεν· ἥτις διερχομένη διὰ μέσης τῆς ψυχῆς, μεθόριον τῶν ἄκρων γίνεται, νοῦ καὶ αἰσθήσεως, δι' ἑαυτῆς συνάπτουσα τὸν νοῦν τῇ αἰσθήσει. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν, καθ' ὃ μὲν εἰς εἶδος τυποῦται τοῖς σχήμασι τῶν αἰσθητῶν, κοινωνεῖ τῷ νῷ. Καὶ ἡ συνθήκη δὲ τῶν λέξεων δηλοῖ τὴν σύνοδον τοῦ νοῦ καὶ τῆς αἰσθήσεως. Γνῶσις γὰρ τῶν αἰσθητῶν. Καὶ ἡ μὲν γνῶσις οἰκεία τῷ νῷ· τὰ δὲ αἰσθητὰ, οἰκεῖα τῇ αἰσθήσει. Καὶ προσηύξατο Ἐζεχίας ὁ βασιλεὺς, καὶ Ἡσαΐας υἱὸς Ἀμμῶς, καὶ ἐβόησαν εἰς τὸν οὐρανὸν, καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν καὶ πολεμιστὴν, καὶ ἄρχοντα καὶ στρατηγὸν, ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ. Καὶ ἀπέστρεψε μετ' αἰσχύνης προσώπου. Χρὴ τὸν γνωστικῶς θεωροῦντα τὴν θείαν Γραφὴν ἀσκηθῆναι καὶ τὰς τῶν ὀνομάτων ἑρμηνείας, αὐτόθεν δυναμένας πολλάκις ὅλην σαφηνίζειν τῶν γεγραμμένων διάνοιαν· εἴπερ μέλλοι μὴ πρὸς σῶμα μόνον καὶ γῆν Ἰουδαϊκῶς κατάγειν τὸ ὕψος τοῦ πνεύματος. Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν. Ἑρμηνεύεται δὲ Ἄχαζ μὲν ἰσχύς· Ἐζεχίας δὲ κράτος θεῖον. Καὶ λαμβάνε-