Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1269
Not analysed yet
ται ἡ μὲν ἰσχὺς εἰς τὴν πρᾶξιν τῶν ἁγίων ἐντολῶν· τὸ δὲ θεῖον κράτος εἰς τὴν ἀρετήν. Καὶ ὥσπερ ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν, οὕτω καὶ ἡ πρᾶξις τὴν ἀρετήν· ὑφ' ἧς διαφθείρεται ἡ κακία. Πάλιν οὖν, Ἀμμῶς ἐγέννησε τὸν Ἡσαΐαν. Ἑρμηνεύεται δὲ Ἀμμῶς μὲν λαοῦ πόνος· Ἡσαΐας δὲ ὕψος θεῖον, καὶ λαμβάνεται ὁ μὲν πόνος εἰς τοὺς ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτας, ἢ τοὺς ἐπὶ τῇ φυσικῇ θεωρίᾳ καμάτους, τὸ δὲ ὕψος εἰς τὴν γνῶσιν τῆς ἀληθείας, ἣν γεννῶσιν οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, ἢ τῆς τῶν γεγονότων θεωρίας οἱ πόνοι, διαφθείρουσαν τὴν ἀντικειμένην αὐτῇ δύναμιν τοῦ ψεύδους. Ὥσπερ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ' ἐπαγγελίαν προσαγομένων καλῶν· οὕτω προσευχὴ, κατὰ τὸν εἰκότα λόγον, ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηγουμένων καλῆς διαθέσεως. Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, ἐπίδοσίς τε καὶ ἐπαύξησις· ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεὸς, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ τῆς γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν. Οὐρανὸς δὲ πολλάκις κατὰ τὴν Γραφὴν λέγεται αὐτὸς ὁ Θεὸς, ὡς τὸ, «Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ,» ἀντὶ τοῦ, ἐκ τοῦ Θεοῦ. Καλεῖ δὲ οὐρανὸν αὕτη καὶ τὰς οὐρανίας δυνάμεις. Ὡς τὸ, «Ὁ οὐρανός μοι θρόνος.» Λέγεται δὲ οὐρανὸς καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις ἀληθοῦς γνώσεως. Ὁ γὰρ μετὰ πράξεως γινώσκων, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μὲν διὰ τὴν γνῶσιν, ᾗ ὁ Θεὸς ἐνθρονίζεται· ὑποπόδιον δὲ διὰ τὴν πρᾶξιν, ἐφ' ἑαυτῆς δεχομένην τὰς θείας βάσεις. Τούτων οὕτω προθεωρηθέντων, λοιπὸν πᾶς εὐσεβὴς ἀρετῇ καὶ γνώσει, ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν καὶ ὀλέθριον δύναμιν, καθάπερ καὶ Ἐζεχίας καὶ Ἡσαΐας εἶδον ἐπερχόμενον αὐτοῖς τὸν βασιλέα τῶν Ἀσσυρίων, καταφεύγει πρὸς τὸν Θεὸν, καὶ ἀλαλήτως βοᾷ πρὸς αὐτὸν, διὰ τῆς κατ' ἀρετὴν καὶ γνῶσιν ἐπιδόσεως, καὶ δέχεται σύμμαχον ἄγγελον· δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον ἐκτρίβοντα τοὺς πολεμίους. Παρεμβολὴ δὲ βασιλέως Ἀσσούρ ἐστιν ὁ πρὸς ἡδονὴν τὰς φυσικὰς ὀρέξεις κινῶν. Πολεμιστὴς δὲ ὁ τὸ θυμικὸν διεγείρων, εἰς τὴν τῶν ἡδονῶν φυλακήν. Ἄρχων δὲ ὁ ταῖς ἐπιφανείαις τῶν ἀρετῶν τὰς αἰσθήσεις διερεθίζων. Στρατηγὸς δὲ ὁ εἰδοποιὸς τῶν παθῶν, καὶ τῆς ἐνεργείας αὐτῶν ἐπινοητικός. Πρόσωπον δὲ τοῦ διαβόλου, τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητά. Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴν, καὶ τὰ δόματα τῷ Ἐζεχίᾳ βασιλεῖ Ἰουδαίων. Πᾶς νοῦς ἀρετῇ καὶ γνώσει κατεστεμμένος, καὶ