Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1273
Not analysed yet
τῶν παθῶν· ἡ θεωρία δὲ τὸν θεωρητικὸν ὑπεράνω τῶν ὁρωμένων καθίστησι. Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεχίας, ἀλλ' ὑψώθη ἡ καρδία· καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Πᾶς νοῦς φιλόσοφος ὁμοῦ καὶ φιλόθεος καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν εἰς τὴν ἕξιν τῆς ἐξομολογήσεως καὶ μετανοίας λαμβανόμενον· ἐξομολόγησις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται· τὴν δὲ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας κατάστασιν, ὡς ἀνωτέρω δεδήλωται. Καὶ τὸν μὲν ὡς πρακτικὴν φιλοσοφίαν, τὴν δὲ, ὡς θεωρητικὴν μυσταγωγίαν. Ἡνίκα τοίνυν πᾶσαν ἀντικειμένην ἀρετῇ καὶ γνώσει διακρουσάμενος δύναμιν, καὶ τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδυσάμενος κράτος, μὴ τὴν δέουσαν εὐχαριστίαν προσαγάγῃ τῷ τῆς νίκης αἰτίῳ Θεῷ, ἀλλ' ὑψωθῇ τὴν καρδίαν, ἑαυτῷ τὸ πᾶν τοῦ κατορθώματος ἐπιγραψάμενος· τηνικαῦτα ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ, δέχεται οὐ μόνον αὐτὸς τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, ἥ τε τῆς πράξεως ἕξις καὶ ἡ τῆς θεωρίας· τῇ πράξει μὲν ἐπανισταμένων παθῶν ἀτιμίας, τῇ θεωρίᾳ δὲ, ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων. Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος καὶ νόμος, κελεύων παιδεύεσθαι πρὸς εὐγνωμοσύνην διὰ τῶν ἐναντίων, τοὺς ἐπὶ τοῖς κρείττοσι φανέντας εὐγνώμονας, καὶ τῇ σπάνει τῶν ἀγαθῶν τοὺς ἐπὶ τῇ ἀφθονίᾳ τούτων ἐπαιρομένους. Ἡ γὰρ ἐπὶ κατορθώμασιν οἴησις ἀπαιδαγώγητος μένουσα, τὸ τῆς ἀντιθέου τίκτειν οἶδεν ὑπερηφανίας νόσημα· ἵνα μὴ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ γένεσιν χρώμενοι· καὶ δι' ὧν ἔδει πλέον διασφαχθεῖσαν, ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι' ἐκείνων τὴν ἄγνοιαν νοσήσαντες ταύτης. Ὁ μὲν γὰρ οἰόμενος δι' ἑαυτοῦ κατορθοῦν, οὐκ ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν· ὁ δὲ τῆς ἑαυτοῦ συναισθόμενος περὶ τὰ καλὰ πενίας καὶ ἀσθενείας, τρέχει πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν. Γίνεται τοίνυν ἐπὶ τὸν εἰρημένον νοῦν ἡ σωτήριος ὀργὴ τῆς ἐγκαταλείψεως, ἵνα ταπεινωθῇ, καὶ ἐπιγνῷ τὸν χορηγὸν τῶν κατορθωμάτων· καὶ μὴ ἐπέλθῃ ἐπ' αὐτὸν ἄλλη ὀργὴ τῆς ἀφαιρέσεως τῶν δοθέντων χαρισμάτων. Γέγραπται γὰρ εὐθὺς, ὅτι «Καὶ ἐταπεινώθη Ἐζεχίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οὐκ ἐπῆλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεχίου.» Πᾶς τοιγαροῦν διὰ Θεοῦ τὴν νίκην, ὡς προδεδήλωται, κτησάμενος, καὶ μὴ κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς, ἀνταποδοὺς αὐτῷ· τοῦτ' ἔστι, μὴ τῷ μεγέθει τῆς σωτηρίας ἐξισώσας τὸ πλῆθος τῆς εὐχαριστίας· μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσιν· ἀντ-