Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1276
Not analysed yet
απόδοσις γὰρ τοῦ σωθέντος ἐστὶν, ἡ πρὸς τὸν σώσαντα δι' ἔργων ἀντιμετρουμένη διάθεσις· ἀλλ' ὑψώσας ἑαυτοῦ τὴν καρδίαν, ἅτε μέγα φρονήσας ὡς μὴ παρὰ Θεοῦ λαβὼν, ἐνδίκως δέχεται γινομένην ἐπ' αὐτὸν τὴν πρώτην ὀργὴν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι, καὶ τούς τε κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς· τούς τε κατὰ τὴν θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν θείαν δύναμιν, τὴν ἐν ἡμῖν τὰ πάθη καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, καὶ τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ οὕτως ἱλεωσάμενος τὸν Θεὸν ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μετανοοῦσιν ὀργὴν, τὴν ἀφαιρουμένην τὴν φρουρητικὴν χάριν τῆς ψυχῆς, καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα. Ἡμέρας δὲ Ἐζεχίου νοήσεις τοὺς διαφόρους φωτισμοὺς τοῦ δηλωθέντος νοὸς, οὓς δημιουργεῖ διὰ τῆς ἰδίας ἀνατολῆς ὁ νοητὸς ἥλιος τῆς δικαιοσύνης. Ὀργὴ Θεοῦ ἐστιν ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις, ἤτοι ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι' ἧς τὸν ἐπ' ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα, καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα. Ἑτέρα δὲ ὀργὴ Κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας· ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς, ὡς ἐπὶ ἰδίοις μεγαλαυχούμενον κατορθώμασι. Γίνεται κατὰ πρόνοιαν ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργὴ ἐγκαταλείψεως, ἤτοι συγχώρησις τοῦ διοχληθῆναι αὐτὸν ὑπὸ δαιμόνων, κατά τε τὴν πρᾶξιν, κατά τε τὴν θεωρίαν· ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν, καὶ τὸ πάντων ἀγαθῶν κατορθούσης θείας δυνάμεώς τε καὶ χάριτος ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόῤῥω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος· ὥστε μὴ ἐπανελθεῖν ἐπ' αὐτὸν τὴν ἄλλην ὀργὴν, τὴν τῶν δοθέντων χαρισμάτων ἀφαίρεσιν, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ τὰ καλὰ παρέχοντος ἐπιγνώσεως. Ὁ μὴ σωφρονισθεὶς τῷ πρώτῳ τῆς ὀργῆς, ὑποπίπτει τῷ δευτέρῳ, καὶ ἀφαιρεῖται τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ γίνεται τῆς φρουρούσης δυνάμεως ἔρημος. Φησὶ γὰρ ἐν ἄλλοις ὁ Θεὸς, «Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ ἀναβήσεται αὐτὸν, ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν.» Ἀλλὰ πῶς, τοῦ Ἐζεχίου σφαλέντος, ἐγένετο οὐκ ἐπ' αὐτὸν μόνον ἡ ὀργὴ, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἱερουσαλὴμ, καίτοι τοῦ Κυρίου σαφῶς ἐν ἄλλοις ἀποφηναμένου μὴ ἀποθανεῖν ἄλλον ὑπὲρ τῆς ἄλλου πλημμελείας, ἀλλ' ἕκαστον ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖσθαι; Ἐπειδὴ τὸν Ἐζεχίαν εἰς τὸν φιλόσοφον καὶ φιλόθεον προδιελάβομεν νοῦν, καὶ τὸν μὲν Ἰούδαν εἰς πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν· ὅταν