Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1277
Not analysed yet
τι καθ' οἷον δή ποτε τρόπον πεπονθέναι τὸν νοῦν νοήσωμεν, τότε καὶ τὴν πρακτικὴν αὐτοῦ δύναμιν καὶ τὴν θεωρητικὴν συμπεπονθέναι πιστεύομεν. Τοῦ γὰρ ὑποκειμένου πάσχοντος, καὶ τὰ ἐν ὑποκειμένῳ συμπάσχουσιν. Ὑποκείμενον μὲν γὰρ ὁ νοῦς, ὡς ἀρετῆς καὶ γνώσεως δεκτικός. Ἐν ὑποκειμένῳ δὲ πρᾶξις καὶ θεωρία, αἵτινες, πρὸς τὸν νοῦν, συμβεβηκότων λόγον ἐπέχουσι. Διὸ κατὰ πάντα τρόπον καὶ συμπάσχουσι πάσχοντι, τὴν αὐτοῦ ποιὰν κίνησιν, ἀρχὴν τῆς οἰκείας ἀλλοιώσεως ἔχουσαι. Καλῶς οὖν τῷ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, λύων τὸ φαινόμενον ἄπορον. Μόνος γὰρ ὁ νοῦς ὑψοῦται, μεγαλοφρονῶν ἐπὶ κατορθώματι. Ἡ πρᾶξις δὲ καὶ ἡ θεωρία οὐ πεφύκασι τοῦτο πάσχειν, μὴ θεωρούμεναι καθ' ἑαυτὰς ὑποστατικῶς· ὅμως μέν τοι τῷ νῷ κατά τι μολυνομένῳ συγχαίρονται. Καὶ ἔθαψε τὸν Ἐζεχίαν ἐν ἀναβάσει τάφων υἱῶν Δαβὶδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Δαβὶδ ἑρμηνεύεται μὲν ἐξουδένωσις, ἑρμηνεύεται δὲ καὶ ἱκανὸς χειρί. Εἴη δ' ἂν τοιοῦτος ὁ Χριστὸς, ὃν ἀποδοκιμάσαντες ἐξουδένωσαν οἱ τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντες, γενόμενον δι' ἡμᾶς ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ, καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν. Ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν αὐτοῦ προβάτων· ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκτον, τὸν θυμὸν λέγω, καὶ τὴν ἐπιθυμίαν, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν θείας εἰκόνος τὸ κάλλος. Ὁ πυῤῥάκης, διὰ τὸ πάθημα τῆς σφαγῆς. Μετὰ κάλλους ὀφθαλμῶν, τοῦτ' ἔστι, μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων. Ὀφθαλμοὶ γὰρ εἶεν ἂν τοῦ λόγου ἡ πρόνοια καὶ ἡ κρίσις, δι' ὧν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν. Ἢ πυῤῥάκης μὲν διὰ τὴν φαιδρότητα τοῦ βίου. Μετὰ κάλλους δὲ ὀφθαλμῶν, διὰ τὸν ἄμεμπτον λόγον τῆς γνώσεως. Ὁ τοῦ νοητοῦ καὶ ὑπερηφάνου, φημὶ δὴ τοῦ διαβόλου σφαγεὺς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν, διὰ τὴν περὶ τὰς πέντε τοῦ σώματος αἰσθήσεις αὔξησιν τῆς αὐτοῦ κακίας· ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ, καὶ ὁρῶντος Θεὸν, ὅσον ἐφικτόν· εἰ καὶ Σαοὺλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαὸς, μαίνεται φθόνῳ, διὰ τὴν ἀπιστίαν τηκόμενος, καὶ μὴ φέρων τῆς προσκαίρου δόξης τὴν στέρησιν. Οὗ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακόν· τοῦτ' ἔστιν, τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς, καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας, εἰ καὶ ταῦτα πάλιν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι, διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον· τοῦτ' ἔστι, τὸ ἦθος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἀσχημοσύνης· ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ οἰωνισμάτων περι-