Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1281
Not analysed yet
ζων τὸ κάλλος τῆς ἀρετῆς, καὶ τῆς γνώσεως· καὶ ἀπαλλάξας ὅλον τὸ γένος τῆς ἐκεῖ δουλείας, ἀνάπαυσις αὐτοῖς γέγονεν. Λοιπὸν οὖν εἴη ἂν Ζοροβάβελ, νοῦς φιλόσοφος, πρῶτον μὲν διὰ μετανοίας σπειρόμενος ἐν τῇ συγχύσει τῶν παθῶν, εἶτα φωτίζων, καὶ ὑποδεικνύων τὴν αἰσχύνην αὐτῶν. Ἔπειτα ἐλευθερῶν τοὺς λογισμοὺς καὶ τὴν ψυχὴν ἀπὸ τῆς τοιαύτης αἰχμαλωσίας καὶ ἀναπαύων αὐτούς. Οὗτος τοίνυν ὅτε ἐξέλθῃ ἀπὸ τοῦ βασιλέως Δαρείου, λέγω δὴ τοῦ φυσικοῦ νόμου, νικήσας παρ' αὐτοῦ, αἴρει τὸ πρόσωπον εἰς τὸν οὐρανὸν, τοῦτ' ἔστι, τὴν διάθεσιν τῆς ψυχῆς, ἐν ᾗ οἱ χαρακτῆρες τῶν καλῶν, εἰς τὸ ὕψος τῆς γνώσεως ἐνώπιον τῆς ἀπαθείας. Διὰ γὰρ τῆς ἀπαθείας εἰς τὸ ὕψος τῆς γνώσεως ἀνατείνεται, ζητῶν τὸν δοτῆρα τῆς νίκης. Ἱερουσαλὴμ γὰρ ὅρασιν εἰρήνης ἑρμηνεύει. Νίκην μὲν οὖν λέγει τὸ κατὰ τῶν παθῶν κράτος τῆς πρακτικῆς· σοφίαν δὲ, τὴν διὰ τῆς θεωρητικῆς γνῶσιν τῆς ἀληθείας. Δόξαν δὲ τὴν ἐξ ἀμφοτέρων ὡραιότητα καὶ λαμπρότητα. Ἑνούμεναι γὰρ μίαν ἀναστράπτουσιν αἵγλην. Εἶτα προστήρησον· ὅτι Καὶ ἐγὼ σὸς οἰκέτης. Διὰ γὰρ τοῦ τοιούτου νοὸς, ὡς δι' ὑπηρετοῦντος ὀργάνου, τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἐν τῷ ἀνθρώπῳ ἐπιτελεῖ, μηδὲν ἕτερον συνεισφέροντι πλὴν τῆς θελούσης τὰ καλὰ διαθέσεως. Ἀλλ' ὁ μὲν πρῶτος νεανίσκος τῷ οἴνῳ δοὺς τὸ κατὰ πάντων κράτος, τῇ ζέσει τῶν σαρκικῶν ἡδονῶν τὴν νίκην κατεχωρήσατο. Ὁ δεύτερος δὲ τῷ βασιλεῖ τοῦτο δοὺς, τὴν κοσμικὴν δόξαν ὑπερισχύειν ᾐνίξατο. Ὁ δὲ τρίτος ὁ Ζοροβάβελ διὰ μὲν τῶν γυναικῶν ἐνέφηνε τὸ τέλος τῶν ἀρετῶν, τὴν εἰς τὸν Θεὸν καὶ εἰς τὸν πλήσιον ἀγάπην διὰ δὲ τῆς ἀληθείας, τὸ τέλος τῶν γνώσεων, ἤτοι τῶν ὄντων ἀρχήν· λέγω δὴ τὸν Θεόν. Καὶ οἱ μὲν βʹ νεανίσκοι τοῦ ἐξ ὕλης καὶ εἴδους συνθέτου σώματος εἰκόνα φέρουσιν· καὶ ὁ μὲν τῇ ἐπιθυμίᾳ, ὁ δὲ τῷ θυμῷ προσνέμει τὸ κύρος. Ὁ μὲν γὰρ νοῦς ἐπιθυμίας σύμβολον, ὁ δὲ βασιλεὺς θυμοῦ· τυραννικὸν γὰρ ὁ θυμός. Ὁ δέ γε Ζοροβάβελ τύπον ἐπέχει τῆς ἁπλῆς καὶ ἀσυνθέτου κατ' οὐσίαν ψυχῆς· διὸ καὶ σοφῆς ἀντέθηκε. Ταῖς μὲν γὰρ σαρκικαῖς ἡδοναῖς, τὴν πνευματικὴν τὴν ἐκ τῆς εἰρημένης ἀγάπης γινομένην· τῷ δὲ φθειρομένῳ κράτει, τὸ ἄφθαρτον. Καὶ διαλεχθεὶς οὕτω καὶ νικήσας, ἠλευθέρωσε τὸν λαὸν, ὡς ἀνωτέρω προδιελάβομεν· καὶ ἐπανήγαγεν εἰς τὴν Ἰουδαίαν, ἢ εἰς μετάνοιαν καὶ ἐξομολόγησιν, καὶ εἰς Ἱερουσαλὴμ, φημὶ δὴ τὴν εἰρηνικὴν καὶ ἀπαθῆ κατάστασιν· καὶ ᾠκοδόμησε τὸν ναὸν, τὴν δεκτικὴν τῆς ἀνωτάτω σοφίας γνῶσιν. Ἑτέρα θεωρία εἰς τὸν Ζοροβάβελ. Ζοροβάβελ νέος ἐστὶν ὁ διὰ τοῦ παλαιοῦ τυπούμενος Ἰησοῦς Χριστὸς, ὁ ἐν τῇ συγχύσει τῆς φύσεως ἡμῶν συλληφθεὶς, καὶ γεννηθεὶς τέλειος ἄνθρωπος, ὁ μὴ γενόμενος μὲν σὺν ἡμῖν αἰχμάλωτος, μηδὲ πρὸς τὴν τῶν παθῶν σύγχυσιν κατασυρείς. «Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, ἐν ἡμῖν δὲ τοῖς αἰχμαλώτοις τεχθεὶς, καὶ μεθ' ἡμῶν τῶν ἀνόμων λογισθείς.» Οὗτός ἐστιν ἡ ἀνατολὴ φωτὸς τῆς