Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1284
Not analysed yet
ἀληθείας τοῦ λάμψαντος τοῖς διασπαρεῖσιν ὑπὸ τῆς πλάνης. «Ἀνατελεῖ γὰρ, φησὶν, ἡμῖν ἥλιος δικαιοσύνης, καὶ ἀνατολὴ ὄνομα αὐτοῦ.» Οὗτός ἐστιν ὁ καὶ λόγῳ καὶ ἔργῳ νικήσας ὅλον τὸν κόσμον, καὶ ἀληθῶς ἐλευθερῶν τοὺς πειθομένους αὐτῷ, καὶ ἐπανάγων ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ θανάτου εἰς ζωὴν, καὶ ἀπὸ γῆς εἰς οὐρανόν. Οὗτός ἐστιν ὁ σοφὸς οἰκοδόμος τοῦ ἐμπρησθέντος τῷ πυρὶ τῶν παθῶν ἡμῶν λογικοῦ ναοῦ, ὁ κατασκευάσας τὸν ἀχειροποίητον ναὸν τοῦ προσλήμματος, ἐν ᾧ καὶ ἐσκήνωσεν. Οὗτός ἐστιν οὗ προείρηκε τὸ Πνεῦμα τὸ ἅγιον· «Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν» τήν τε προτέραν δηλοῦν τοῦ ἀνθρώπου διάπλασιν, καὶ τὴν τελευταίαν ἐν ἑαυτῷ ἀνάπλασιν. Οὗ χεῖρας εἶπε τὴν δημιουργικὴν δύναμιν. Οὗτός ἐστιν ὁ Ζοροβάβελ οὗ ἐν τῇ χειρὶ ὁ λίθος ὁ κασσιτέρινος. Ἑπτὰ δὲ τοῦ λίθου τούτου οἱ ὀφθαλμοί. Ὁ γὰρ παλαιὸς Ζοροβάβελ οὐδαμῶς ἱστόρηται λίθον τοιοῦτον κτησάμενος. Χεὶρ μὲν οὖν τοῦ νέου Ζοροβάβελ ἡ πρᾶξις τῶν ἐντολῶν αὐτοῦ. Λίθος δὲ κασσιτέρινος, ἡ εἰς αὐτὸν πίστις. Ἡ γὰρ εἰς αὐτὸν πίστις ἐν τῇ πράξει τῶν ἐντολῶν αὐτοῦ διαφαίνεται. Ἀλλὰ λίθος μὲν αὕτη διὰ τὸ στεῤῥὸν, ὅσον πρὸς τὴν ἀλήθειαν, καὶ ἀμετακίνητον. Κασσιτέρινος δὲ διὰ τὸ τὸν κασσίτερον χαρακτηρίζειν αὐτήν. Ὥσπερ γὰρ ὁ κασσίτερος τῆς τοῦ ἀργύρου καὶ τῆς τοῦ μολίβδου μετέσχηκεν ἰδιότητος. Οὕτω γὰρ αὕτη δοξάζει μὲν φυλαττομένη, κολάζει δὲ μὴ φυλαττομένη. Τιμωρίας μὲν γὰρ σύμβολον ὁ μόλιβδος, λαμπρότητος δὲ ὁ ἄργυρος. Ἑπτὰ δὲ ὀφθαλμοὶ τῆς ἐμπράκτου ταύτης πίστεως, τὰ ζʹ τοῦ ἁγίου Πνεύματος χαρίσματα ἅπερ Ἡσαΐας ἀπηριθμήσατο· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου τοῦ Θεοῦ. Ἴδιον δὲ φόβου μὲν ἡ ἀποχὴ τῶν κακῶν, ἰσχύος δὲ ἡ πρᾶξις τῶν καλῶν· βουλῆς δὲ ἡ διάκρισις τῶν ἀντικειμένων· ἐπιστήμης δὲ ἡ τῶν κατὰ τὰς ἀρετὰς τρόπων εἴδησις· γνώσεως δὲ ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων τῆς θεωρίας· συνέσεως δὲ ἡ πρὸς τοὺς ῥηθέντας τρόπους καὶ λόγους συνδιάθεσις τῆς ψυχῆς. Σοφίας δὲ ἡ τῶν ὑψηλοτέρων ἔτι καὶ θειοτέρων λόγων μυσταγωγία. Ὁ μὲν Ἡσαΐας ἀπὸ τοῦ τῷ Θεῷ μὲν προσεχοῦς, ἡμῖν δὲ τελευταίου ἀρξάμενος, κατῆλθεν ἐπὶ τὸ ἡμῖν μὲν προσεχὲς, τῷ δὲ Θεῷ τελευταῖον, ὅπερ ἐστὶν ὁ φόβος. «Ἀρχὴ γὰρ, φησὶ, σοφίας φόβος Κυρίου.» Ἐγὼ δὲ τοὐναντίον ἀπὸ τοῦ φόβου μᾶλλον ἀρξάμενος ἐπὶ τὴν σοφίαν ἀνῆλθον, ἥτις ἐστὶ τῷ μὲν Θεῷ προσεχὴς, ἡμῖν δὲ ποῤῥωτάτω. Ταῦτά εἰσιν οἱ ζʹ ὀφθαλμοὶ τῆς ἐμπράκτου πίστεως, δι' ὧν φωτιζόμεθά τε καὶ πρὸς τὸν Θεὸν ὁδηγούμεθα, καὶ εἰς τὴν μίαν αἰτίαν τῶν χαρισμάτων τὴν διαιροῦσαν αὐτὰ, συναγόμεθα. Περὶ τῶν ἐλευθερωθέντων τῆς αἰχμαλωσίας καὶ δουλείας, συνεξελθόντων τῷ Ζοροβάβελ. Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοὺς χωρὶς παίδων καὶ γυναικῶν μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἐξήκοντα. Μόνος ὁ γενόμενος ὑπὲρ τὰ αἰσθητὰ χρονικὰ νοῦς.