Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1288
Not analysed yet
ετυποῦντο αἱ διαθέσεις τῶν πιστευόντων. Παῖδες μὲν γὰρ καὶ παιδίσκαι, οἱ φόβῳ τῶν αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας, καὶ τὴν ἐν αὐτῇ σκληραγωγίαν· ὧν παῖδες μὲν οἱ ἰσχυρότεροι, παιδίσκαι δὲ οἱ ἀσθενέστεροι. Ψάλται δὲ ὧν ἡ πρᾶξις βοᾷ καὶ κηρύττει τοῦ Θεοῦ τὰ θελήματα τέρποντα τοὺς εὐσεβεῖς. Ψαλτῳδοὶ δὲ, οἱ μὴ μόνον ταῦτα κατωρθωκότες, ἀλλὰ καὶ ἑτέρους εἰς τὴν τούτων πρᾶξιν διὰ τοῦ διδάσκειν καὶ ῥυθμίζειν ἐνάγοντες. Κάμηλοι δὲ οἱ πρὸς ὑψηλοτέρας θεωρίας ἀνατεινόμενοι. Ἵπποι δὲ οἱ τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου τρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος, καὶ ἐν τῷ κοινῷ τὸ ἄκοινον ἐπιδεικνύμενοι, ἢ οἱ ἄγονοι κακίας· ὑποζύγια δὲ οἱ τοὺς ἀσθενεῖς βαστάζοντες καὶ τὰ βάρη τούτων φέροντες· οἱ δὲ διάφοροι ἀριθμοὶ τῶν τε παίδων καὶ παιδισκῶν, καὶ τῶν ψαλτῶν καὶ ψαλτῳδῶν καὶ τῶν ἄλλων, ἐμφαντικοί τινές εἰσι τοῦ διάφορα εἶναι καὶ τὰ πλήθη τῶν ταγμάτων τῆς Ἐκκλησίας. Διάφορα μὲν γὰρ τάγματα, διάφορα δὲ καὶ τὰ ὑπὸ τὰ τάγματα πλήθη, καὶ ἄλλα ἄλλων πλείονα ἢ ἐλάττονα. Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων· καὶ ἐπέγνωσαν ὅτι ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι ναὸν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Ἰούδας μὲν ἐξομολόγησις ἐρμηνεύεται. Διττὴ δὲ αὕτη, ἡ μὲν εὐχαριστίαν δεδωρημένων ἀγαθῶν σημαίνουσα, ἡ δὲ ἐξαγορείαν πεπραγμένων κακῶν. Πᾶς τοίνυν ἐξομολογούμενος κατὰ μίαν τούτων, τῆς φυλῆς ἐστι τοῦ Ἰούδα. Ἐπεὶ δὲ καὶ Βενιαμὶν πένθος ἑρμηνεύεται, ἢ στεναγμὸς μητρὸς, ἢ οἰκοδομὴ λαοῦ· πᾶς πενθῶν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασιν, ἢ στενάζων ἐπὶ τοῖς ἀλλοτρίοις, τρόπον μητρὸς συμπαθοῦς, ἢ οἰκοδομῶν τινας τέχνῃ διδασκαλίας, τῆς φυλῆς ἐστι τοῦ Βενιαμίν. Οἱ τοιοῦτοι δὲ τῆς τῶν παθῶν αἰχμαλωσίας ἐλευθερωθέντες, καὶ κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενόμενοι, οἰκοδομοῦσι ναὸν Κυρίῳ. τὸν ἐκ διαφόρων τρόπων ἀρετῆς καὶ λόγων γνώσεως οἰκοδομούμενον. Ἐχθροὶ δὲ τούτων εἰσὶ, τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς γῆν Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσοὺρ, λέγω δὴ Βαβυλωνίους καὶ Ἐχουθαίους, καὶ Αἰμαθαίους, καὶ Εὐσεβαίους. Βαβυλώνιοι μὲν οὖν ἡ ὑπερηφανία συγχέουσα τὸν νοῦν. Ἐχουθαῖοι δὲ ἡ κενοδοξία ἐξιστῶσα τὴν διάνοιαν. Ἐχοὺθ γὰρ ἔκστασις ἑρμηνεύεται. Αἰμαθαῖοι δὲ ἡ ἀνθρωπαρεσκία. Αἰμὰθ μὲν γὰρ ὅρασις φαινομένων· ἑρμηνεύεται· τῶν ὁρωμένων δὲ καὶ φαινομένων ἠθῶν ἐπιμελεῖται ὁ ἀνθρωπάρεσκος. Εὐβαῖοι δὲ ἡ ὑπόκρισις. Εὐβαῖοι γὰρ ὀφιώδεις ἑρμηνεύονται. Ὁ δὲ ὄφις δι' ὑποκρίσεως ἠπάτησε τὸν πρωτόπλαστον. Ἀσβακαφὰθ δὲ ὁ διάβολος, Ἀσβακαφὰθ ἑρμηνεύεται αἰχμαλωτίζων· ὅπισθεν, τοῦτ' ἔστι. κατὰ τὸ ἀφανὲς, ἢ