Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1285
Not analysed yet
Πενταδικὴ μὲν γὰρ ἡ αἴσθησις· ἑβδοματικὸς δὲ ὁ χρόνος, δι' ὃν ὁ δώδεκα συμπληροῦται· καὶ τῆς πρὸς ταῦτα ψυχῆς ἐν τούτοις ἀπαλλάττεται δουλείας, ἐπειγόμενος πρὸς τὴν ἄνω Ἱερουσαλὴμ, ἔχων χωρὶς παίδων καὶ γυναικῶν μυριάδας δ' τρισχιλίους τξʹ. Παῖδες μὲν οὖν εἰσιν, οἱ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν λογισμοί· γυναῖκες δὲ αἱ κατὰ φύσιν ὀρέξεις καὶ ἡδοναί· καὶ ἡ τυχοῦσα γὰρ τροφὴ ποιεῖ κατὰ φύσιν ἡδονὴν, προλαβοῦσαν ἔνδειαν παραμυθουμένη, καὶ ἡ τυχοῦσα πόσις τὴν ὄχλησιν τοῦ δίψους ἀποκρουομένη, καὶ τυχὼν ὕπνος τὴν ἐξ ἐγρηγόρσεως κεκμηκυῖαν ἀνακτώμενος δύναμιν. Οὔτε δὲ οἱ δηλωθέντες λογισμοὶ, οὔτε αἱρεθεῖσαι ἡδοναὶ, συναριθμούμενα τοῖς ἀνδράσιν, ὡς οὐχ ὑφεστῶτα καθ' ἑαυτὰ, ὅμως συνεξέρχονται τούτοις φεύγουσι τὴν ἁμαρτίαν, καὶ πρὸς τὴν δικαιοσύνην ἀπιοῦσιν· ὡς ἀναγκαῖα μὲν εἰς σύστασιν φύσεως, χρήσιμα δὲ πρὸς κτῆσιν ἀρετῆς. Ἢ καὶ ἄλλως· οὐ συναριθμοῦνται, ὡς μὴ συμμεθιστάμενα πρὸς τὴν ἀθάνατον ζωήν· χωρὶς γὰρ καὶ λογισμῶν τοιούτων καὶ ἡδονῶν ἐκεῖ μεταβαίνομεν. Δʹ δὲ μυριάδες εἰσὶν, αἱ δ' γενικαὶ ἀρεταὶ, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, μεθ' ὧν καὶ φύσιν καὶ χρόνον διαβὰς ὁ νοῦς, πρὸς τὴν τῆς ἀπαθείας λῆξιν ἀποκαθίσταται, Ἢ αἱ δ' γενικαὶ ἀπάθειαι, ὧν πρώτη μὲν ἡ παντελὴς ἀποχὴ τῆς κατ' ἔργον ἁμαρτίας, ἐν τοῖς εἰσαγωγικοῖς θεωρουμένη. Δευτέρα δὲ ἡ παντελὴς ἀποβολὴ τῶν ἐμπαθῶν λογισμῶν, ἐν τοῖς ὑπὲρ τούτους συνισταμένη. Τρίτη δὲ ἡ περὶ τὰ πάθη παντελὴς ἀκινησία ἐν τοῖς ὑψηλοτέροις γινομένη. Τετάρτη δὲ ἡ καὶ αὐτῆς δὴ τῆς ψιλῆς φαντασίας τῶν παθῶν παντελὴς κάθαρσις ἐν τοῖς τελείοις ὁρωμένη. Ὥσπερ δὲ ὑφ' ἑκάστην γενικὴν ἀρετὴν ἢ ἀπάθειαν, πολλαί εἰσι μερικαὶ ἀρεταὶ καὶ ἀπάθειαι. Οἱ δὲ τρισχίλιοι τὴν τελείαν θεολογίαν ὑποδηλοῦσι. Τρεῖς μὲν διὰ τὰς τρεῖς ὑποστάσεις τῆς Θεότητος. Χίλιοι δὲ διὰ τὴν τελειότητα τῆς περὶ ἑκάστου τούτων θεολογίας. Τελείωσις γὰρ ἑκατοντάδων, ἡ χιλιάς· ὥσπερ ἡ μὲν δεκὰς μονάδων, ἡ δὲ ἑκατοντὰς δεκάδων, ἡ δὲ μυριὰς χιλιάδων· οἱ δὲ τριακόσιοι τοὺς περὶ ἀρετῆς καὶ περὶ φύσεως λόγους ὑποσημαίνουσι. Τῶν τριακοσίων γὰρ ἐπινοίᾳ διαιρουμένων εἰς ἑκατόν τε καὶ διακόσια· ὁ μὲν ρʹ ἀριθμὸς μηνύσει τὴν τελείαν ἀρετὴν δεκαπλασιάζουσαν τὴν δεκάδα τῶν θεογράφων ἐντολῶν. Ὁ διακόσια δὲ, τὴν φύσιν ἐξ ὕλης καὶ εἴδους συνεστηκυῖαν. Ἐπεὶ γὰρ τετραδικὴ μὴν ἡ ὕλη, διὰ τὴν τετρακτὺν τῶν στοιχείων αὐτῆς, πενταδικὸν δὲ τὸ εἶδος διὰ τὸ πενταπλοῦν τῆς αἰσθήσεως, τῆς τὰ ὑλικὰ σχηματιζούσης, τετράκις τὸν νʹ συνθεὶς, ποιήσεις ςʹ ὃν τῷ ρʹ πάλιν συνάψας διὰ τῆς ἀρετῆς τὸ εὖ εἶναι. Οἱ δὲ ἑξήκοντα τὴν ποιητικὴν τῶν θείων ἐντολῶν ὑποφαίνουσι δύναμιν· ἐν ἓξ μὲν γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον τοῦτον. Δέκα δὲ αἱ θεοδώρητοι ἐντολαί· ἑξάκις δὲ τὰ δέκα ἑξήκοντα, μεθ' ὧν ὁμοῦ πάντων ἐξέρχεται ὁ ἀνωτέρω διερμηνευθεὶς Σῦτ. Ἐπεὶ δὲ συνεξῆλθον αὐτοῖς καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ψάλται, καὶ ψαλτῳδοὶ, καὶ κάμηλοι, καὶ ἵπποι, καὶ ἡμίονοι, καὶ ὑποζύγια, εἶεν ταῦτα τύποι τῶν διαφόρων βαθμῶν τῆς Ἐκκλησίας, δι' ὧν προ-