Ancient Greek · ~3 min
Fragment 16
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 16
Not analysed yet
Jo 11, 43—44 Θεοπρεπὲς καὶ βασιλικὸν τὸ κέλευσμα. διὰ δὲ τοῦτο κράζει παρὰ τὸ σύνηθες ἑαυτῷ ὁ σωτήρ, ἵνα διὰ τοῦ ἐπὶ Λαζάρου τύπου τὴν καθόλου ἀνάστασιν προδιατυπώσῃ, ποίῳ μέλλει γίνεσθαι τρόπῳ τῆς σάλπιγγος μέγα τι ἠχούσης καὶ δυνάμει θεοῦ τῶν νεκρῶν ἐγειρομένων. οὐκ εὔχεται δὲ ὧδε οὐδὲ λέγει τάδε «λέγει κύριος», ἵνα μὴ ἐν οἰκέτου τάξει νοῆται, ἀλλ' ἐξουσιαστικῶς ὡς θεὸς καλεῖ τὸν νεκρὸν ἀπὸ τοῦ μνήματος. ὁ δὲ εὐθέως ἐξῆλθεν, ἐπείπερ θεῷ ἐπιτάττοντι ἀντιτεῖνον οὐδέν, ἵνα δείξῃ, ὅτι «ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ» μέλλει καὶ ἡ πάντων γενέσθαι ἀνάστασις, καθὼς καὶ ἐπὶ Λαζάρου γέγονεν. δεδεμένος δὲ ἔξεισι πρὸς πληροφορίαν τῶν ὁρώντων ὅλον ἀποσῴζων τὸ τῶν νεκρῶν σχῆμα, ἵνα μή τινες εἴπωσι μηδὲ ὅλως τεθνάναι τὸν Λάζαρον.