Ancient Greek
Fragment 18
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 18
Not analysed yet
Jo 12, 37—38 Πολλὰ λέγει τὰ κατὰ τῶν Ἰουδαίων ἐγκλήματα· πολλὰ γὰρ σημεῖα οὐκ ἐδυσώπησαν αὐτούς, ἀλλὰ τρόπον τινὰ ἄτρεπτοι ἦσαν τῇ σκληροκαρδίᾳ οὐδενὸς ἐλλείψαντος τῶν εἰς ἐπανόρθωσιν. εἰ δὲ καὶ δυσωπηθέντες οἱ Ἰουδαῖοι ἐπίστευσαν, ἀλλ' οὖν ἀδύνατον ἦν «ψεύσασθαι τὸ πνεῦμα τὸ ἅγιον» τὸ διὰ τοῦ προφήτου Ἠσαΐου λαλῆσαν περὶ τῆς αὐτῶν ἀπιστίας· οὔτε γὰρ τοῖς προφήταις ἐπίστευσαν οὔτε γνώριμος γέγονε τοῖς Ἰουδαίοις ὁ Χριστός, ἡ δύναμις καὶ ὁ βραχίων τοῦ πατρός. ὑπερβολικῶς δὲ εἶπεν τὸ οὐδεὶς διὰ τὸ ὀλίγους ἐκ πολλῶν σεσῷσθαι. θέλων δὲ αὐτῶν τὴν ἄμετρον δυστροπίαν ἐλέγξαι ὁ εὐαγγελιστὴς προσέθηκε καὶ τὸ ἔμπροσθεν αὐτῶν δεικνύς, ὅτι οὐδὲ οἷς ἑώρων ἐπίστευον.