Ancient Greek
Fragment 8
Cyrillus Theol., Commentarii in Joannem (additamenta) 8
Not analysed yet
Jo 10, 39 Ἐξηγεῖται ὁ εὐαγγελιστὴς καὶ τὸ τῶν Ἰουδαίων σκληρὸν τῶν ἐπὶ τοσούτοις ἀγαθοῖς λόγοις μὴ μαλαχθέντων, ἀλλὰ ζητούντων αὐτὸν πιάσαι καὶ ἀποκτεῖναι καὶ τοῦ σωτῆρος τὴν ἰσχύν. ὡς θεὸς ὢν φύσει μαινομένους ἀπέφυγεν ἐν μέσῳ ὢν τῶν ἐκείνων χειρῶν· τοῦτο γὰρ ὡς θαυμάζων ὁ εὐαγγελιστὴς εἶπεν, δι' ὧν σημαίνει, ὅτι εὐκόλως ἐκ μέσου τῶν φονώντων διαφεύγων ἀκινδύνως οὗτος οὐκ ἂν ἑάλω ποτέ, εἰ μὴ ἑκών.