Ancient Greek · ~3 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.1
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. ΕΡΜΗΝΕΙΑ ΗΤΟΙ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. "ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει "πολλῇ," καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται· χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς διὰ τῆς ἄνωθεν πεφωτισμένους χάριτος· ἐπεὶ καί "Πᾶσα σοφία παρὰ Κυρίου," καθὰ γέγραπται, καὶ "Πᾶσα δὲ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν "ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων." πρᾶγμα μὲν γὰρ σφαλερόν τε καὶ οὐκ ἀζήμιον τοῖς πολλοῖς, ὁ περὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ τῶν κατ' αὐτὴν μυστηρίων ὁρᾶται λόγος· χρῆμα δέ τι κινδύνων ἀπηλλαγμένον ἡ ἐπὶ τούτοις σιγή. ἀλλ' ἐξίστησι μὲν ἡμᾶς ταύτης, καίτοι λίαν ὅτι προσήκοι σιωπᾶν οἰομένους, ὁ ἐπὶ πάντων Θεός "Λάλει,