Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.2
Not analysed yet
"καὶ μὴ σιώπα," πρός τινα τῶν ἁγίων εἰπών· Παῦλος δὲ οὗτος ἦν. καὶ ἡ νομικὴ δὲ οὐδὲν ἧττον διάταξις, ὡς ἐν τύπῳ παχυτέρῳ τὰ πνευματικὰ σημαίνουσα· τοὺς γὰρ πρὸς τὴν θείαν κεκλημένους ἱερωσύνην, τοῖς διὰ σαλπίγγων ἀπηχήμασι κατασημαίνειν τῷ λαῷ περὶ ὧν ἂν δεήσῃ μαθεῖν, ἐπιτάττει. οὐ γὰρ, οἶμαι, δεῖν ἐλογίζετο, νομοθετήσειν τὰ κάλλιστα Θεὸς ἐθελήσας, τοὺς τῶν λαῶν ἡγεμόνας χεῖρα θέντας ἐπὶ στόματι κατὰ τὸ γεγραμμένον, ὄκνῳ τε τοῦ μὴ δοκεῖν τοῖς ὑψηλοτέροις, ἢ κατὰ νοῦν τὸν ἀνθρώπινον, ῥιψοκινδύνως ἐπιχειρεῖν, τὸν οὕτως ἀναγκαῖον τοῖς εἰς εὐλάβειάν τε καὶ θεογνωσίαν παιδαγωγουμένοις παραιτεῖσθαι λόγον, καὶ σιωπὴν τοῖς εἰς μαθητείαν ἰοῦσιν ἑλέσθαι τὴν ἐπιζήμιον. Θορυβεῖ δὲ πάλιν ἡμᾶς "Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε" λέγων ὁ Χριστοῦ μαθητής· ἔτι δὲ πρὸς τούτῳ, καὶ ὁ σοφώτατος ἐκκλησιαστὴς, αἰνιγματωδῶς τὴν ἐπὶ τῷ τὰ τοιαῦτα διδάσκειν σφαλερότητα δεικνύς· "Σχίζων γὰρ, φησὶ, ξύλα "κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς "πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει." σιδηρίῳ μὲν γὰρ παρεικάζει τοῦ νοῦ τὴν ὀξύτητα, ἅτε δὴ διικνεῖσθαι πεφυκότος, εἰσδύνοντός τε πρὸς τὰ ἐσώτατα, κἂν πυκνότητί πως καὶ τῷ νενασμένῳ τῆς ὕλης διακωλύηται· ξύλα δὲ πάλιν τροπικώτερον ἀποκαλεῖ τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ θεωρήματα, παράδεισόν τινα νοητὸν τὰς αἷς ἐντέθεινται βίβλοις κατασκευάζοντα, ἔτι τε πρὸς τούτῳ καὶ τὴν τοῦ Ἁγίου Πνεύματος καρποφορίαν ὠδίνοντα. τὰ τοίνυν ξύλα τὰ νοητὰ, τουτέστι, τὰ θεῖά τε καὶ μυστικὰ θεωρήματα τῆς θεοπνεύστου γραφῆς, διὰ τῆς ἐρεύνης καὶ ἀκριβεστάτης τοῦ νοῦ προσβολῆς τε καὶ ὀξύτητος διαπτύσσειν πειρώμενος, κινδυνεύσει δὴ τότε μάλιστα, φησὶν, ὅταν ἐκπέσῃ τὸ