Ancient Greek · ~2 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.10
Not analysed yet
η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστὶν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος ὡς γενητή· προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινόν. θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας· προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν. ι. Ὅτι μόνος κατὰ φύσιν ὁ Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ· προκειμένου ῥητοῦ Θεὸν οὐδεὶς ἑώρακε πώποτε.