Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.9
Not analysed yet
ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής· προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ Πατρὶ ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ· προκειμένου ῥητοῦ Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, κατ' οὐδένα τρόπον, ἢ ἐλάττων, ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, προκειμένου ῥητοῦ Καὶ Θεὸς ἦν ὁ Λόγος. δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμενος Υἱός· ἔστι δὲ τῶν περὶ τὸν Εὐνόμιον ἡ τοιαύτη κακοδοξία· πρόκειται δὲ ῥητόν Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ τοῦ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος· προκειμένου ῥητοῦ Πάντα δι' αὐτοῦ ἐγένετο. ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός· προκειμένου ῥητοῦ Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ, προκειμένου ῥητοῦ Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.