Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.101
Not analysed yet
δηλονότι κατὰ ἀλήθειαν φῶς ἁλωσόμεθα. οὐκοῦν οὐδὲ ὁμοφυεῖς τῷ τοσοῦτον κατὰ φύσιν ὑπὲρ ἡμᾶς ὑπάρχοντι Λόγῳ. Ἄλλο διηγηματικῶς. Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις εὑρίσκεται λέγων "Αὕτη δέ ἐστιν ἡ "κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν "οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν "πονηρὰ τὰ ἔργα. πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ "φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς." ἀλλ' εἴπερ ἐστὶ τὸ φῶς τὸ ἀληθινὸν ὁ Μονογενὴς, φῶς δὲ ὁμοίως ἀληθινὸν εἶναι δύναται καὶ ἡ κτίσις· πῶς ὁ μὲν ἔρχεται φωτιῶν αὐτὴν, ἡ δὲ ἠγάπα τὸ σκότος; πῶς δὲ ὅλως οὐκ ἔρχεται πρὸς τὸ φῶς, εἴπερ ἐστὶν αὕτη τὸ φῶς τὸ ἀληθινόν; τὰ μὲν γὰρ φύσει προσόντα τισὶν ἐῤῥιζωμένην ἔχει τὴν κτῆσιν· τὰ δὲ αἱρετὰ κατὰ θέλησιν, οὐ τοιαύτην ἔχει τὴν στάσιν, οἷον φέρε εἰπεῖν· οὐκ ἐκ βουλῆς τῆς ἰδίας τὸ ἄνθρωπος εἶναι λογικὸς κεκτήσεταί τις· ἔχει γὰρ αὐτὸ παρὰ τῆς φύσεως· ἕξει δ' οὖν ὅμως κατὰ θέλησιν τὴν ἑαυτοῦ, τὸ εἶναι πονηρὸς ἢ ἀγαθὸς, ἀγαπήσει τε ὁμοίως ἐπ' ἐξουσίας τὸ δίκαιον ἢ τὸ ἐναντίον. εἴπερ οὖν ἐστιν ἡ κτίσις κατὰ φύσιν τὸ φῶς· τοῦτο γὰρ σημαίνει τὸ ἀληθινόν· πῶς οὐκ ἔρχεται πρὸς τὸ φῶς; ἢ πῶς ἀγαπᾷ τὸ σκότος, ὡς οὐκ ἔχουσα δηλονότι κατὰ φύσιν τὸ εἶναι φῶς ἀληθινὸν, προαιρετικὴν δὲ μᾶλλον ποιουμένη τὴν ἐπὶ τὸ ἄμεινον ἢ τὰ χείρω ῥοπήν; ἢ τοίνυν ἀποτολμάτωσαν οἱ δι' ἐναντίας μὴ φυσικῶς ἐνυπάρχειν τῷ Υἱῷ τὰ ὑπὲρ τὴν κτίσιν πλεονεκτήματα λέγειν, ἵνα γυμνότερον δυσφημοῦντες ἐλέγχωνται καὶ παρὰ πάντων ἀκούσωσιν "Ἐξολοθρεύσαι "Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥή"μονα," ἢ εἴπερ ὁμολογοῦσι σαφῶς οὐσιωδῶς ἐνυπάρχειν αὐτῷ τὰ ἀγαθὰ, μὴ συναπτέτωσαν αὐτῷ πρὸς ἑνότητα τὴν