Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.102
Not analysed yet
κατὰ φύσιν, τὴν οὐχ οὕτως ἔχουσαν κτίσιν, ὡς ἀρτίως ἡμῖν ἀποδέδεικται. Ἄλλο. Εἰ μὴ μόνος ὁ τοῦ Θεοῦ Λόγος τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ καὶ ἡ κτίσις τὸ εἶναι φῶς ἀληθινὸν, καθάπερ αὐτὸς, διὰ ποίαν αἰτίαν "Ἐγώ εἰμι, φησὶ, τὸ φῶς τοῦ "κόσμου;" ἢ πῶς ἀνεξόμεθα τοῦ καλλίστου πλεονεκτήματος ἀπογυμνοῦντος τὴν φύσιν, εἴπερ ὅλως ἐνδέχεται καὶ ἡμᾶς ἀληθινὸν εἶναι φῶς, ὡς ἐχούσης αὐτὸ καὶ τῆς γενητῆς οὐσίας; εἰ δὲ ἀληθεύει λέγων ὁ Μονογενής "Ἐγώ εἰμι τὸ "φῶς τοῦ κόσμου," σχέσει δηλονότι τῇ πρὸς αὐτὸν ἡ κτίσις, καὶ οὐχ ἑτέρως, ἔσται φῶς· εἰ δὲ τοῦτο, οὐχ ὁμοφυὴς αὐτῷ. Ἄλλο. Εἰ μὴ μόνος κατὰ ἀλήθειαν φῶς ἐστιν ὁ Υἱὸς, κεῖται δὲ τοῦτο καὶ ἐν τοῖς γενητοῖς· τί ποτε ἄρα ἐροῦμεν, ὅταν ἡμῖν ὁ σοφώτατος ἐπιστέλλῃ Πέτρος "Ὑμεῖς δὲ γένος "ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περι"ποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους "ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς;" ποῖον γὰρ ὅλως ἐν ἡμῖν ἐστι σκότος, ἢ ἐν ποίῳ γεγόναμεν σκότῳ, καὶ αὐτοὶ κατὰ ἀλήθειαν ὄντες τὸ φῶς; κατὰ τίνα δὲ τρόπον ἀνακεκλήμεθα πρὸς τὸ φῶς, οἱ μὴ ὄντες ἐν σκότῳ; ἀλλ' οὐδὲ ψεύδεται τῆς ἀληθείας ὁ κῆρυξ ὁ θαρσήσας εἰπεῖν "Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;" καὶ κεκλήμεθα πρὸς "τὸ θαυμαστὸν αὐτοῦ φῶς," ὡς ἀπὸ σκότους ἄρα, καὶ οὐχ ἑτέρως· εἰ δὲ τοῦτο ἀληθὲς, οὐκ ἄρα ἡ κτίσις κατὰ ἀλήθειαν φῶς, ἀλλὰ μόνος μὲν κυρίως τε καὶ ἀληθῶς φῶς ὁ Υἱὸς, κατὰ μέθεξιν δὲ τὴν πρὸς ἐκεῖνον τὰ γενητὰ, καὶ διὰ τοῦτο οὐχ ὁμοφυῆ.