Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.104
Not analysed yet
τῆς Αἰγυπτίων πλεονεξίας ἀπήλλαξεν· εἴπερ οὖν οὐ μόνος ἐστὶν ὁ Μονογενὴς τὸ φῶς τὸ ἀληθινὸν, ἐνυπάρχει δὲ καὶ τοῖς γενητοῖς τὸ ἴσον ἀξίωμα, τί μὴ τῷ οἰκείῳ διεσώζοντο φωτὶ οἱ περὶ ὧν ὁ λόγος, προσθήκαις δὲ ὥσπερ ἀλλοτρίου καὶ οὐκ ἀναγκαίου φωτὸς ἐφοδιαζόμενοι φαίνονται; ἀλλ' ἔστι δῆλον, ὡς δεομένοις φωτὸς ἐπέλαμψεν ὁ Μονογενής· οὐκοῦν αὐτὸς μὲν καὶ μόνος τὸ φῶς ἐστι τὸ ἀληθινὸν, δανείζεται δὲ παρ' αὐτοῦ τὴν χάριν ἡ κτίσις. εἰ δὲ τοῦτο, πῶς ἂν εἴη λοιπὸν καὶ ὁμοφυὴς αὐτῷ; Ἄλλο. Ὁ ψαλμῳδός "Μακάριος, φησὶν, ὁ λαὸς ὁ γινώ"σκων ἀλαλαγμόν· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου "πορεύσονται·" διατί μὴ μᾶλλον ἐν τῷ ἰδίῳ καὶ αὐτοὶ βαδιοῦνται φωτί; τί δὲ, εἰπέ μοι, τὸν παρ' ἑτέρου συλλέγοντες φωτισμὸν, μόλις ἑαυτοῖς κατορθοῦσι τὴν σωτηρίαν, εἴπερ ὄντως εἰσὶ καὶ αὐτοὶ κατὰ ἀλήθειαν φῶς, ὥσπερ οὖν ἀμέλει καὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱός; ἀλλ' ἔστιν οἶμαι παντί τῳ καὶ διὰ τούτου καταφανὲς, ὅτι χορηγεῖ μὲν ὁ Λόγος, ὡς δεομένῃ, τῇ κτίσει τὸν φωτισμὸν, ἡ δὲ ὅπερ οὐκ ἔχει λαβοῦσα σώζεται. πῶς οὖν ἔτι ταὐτὸν εἰς οὐσίαν ὁ Μονογενὴς, καὶ τὰ δι' αὐτοῦ γεγονότα; Ἄλλο. Ὁ ψαλμῳδός "Ἐξαπέστειλεν ἐν σκότει φῶς τοῖς "εὐθέσι" φησίν. πῶς γὰρ ὅλως ἦν ὁ εὐθὴς ἐν σκότει, φῶς ὑπάρχων καὶ αὐτὸς τὸ ἀληθινὸν, εἴπερ ἔχει τοῦτο καὶ τῶν γενητῶν ἡ φύσις, ὥσπερ ὁ Μονογενής; εἰ δὲ ὡς οὐκ ἔχουσι τοῖς εὐθέσι τὸ φῶς ἀποστέλλεται, πολλῶν ἡμῖν οὐ δεήσει λόγων· αὐτὴ γὰρ ἡ τῶν πραγμάτων ἀναβοήσει φύσις, ὡς οὐκ ἂν εἴη ταὐτὸν εἰς οὐσίαν τῷ τελείῳ τὸ ἐπιδεὲς, τῷ δεομένῳ τὸ χορηγοῦν ἐκ πλεονασμοῦ. Ἄλλο. "Φωτίζου, φωτίζου Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ