Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.103
Not analysed yet
Ἄλλα μετὰ παραθέσεως ῥητῶν, ἐξ ἁπλουστέρων ἐννοιῶν εἰς ὁμολογίαν συνάγοντα τοὺς ἐντευξομένους, ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἡ δὲ τῶν γενητῶν φύσις ἐκ χορηγίας τῆς παρ' αὐτοῦ φωτίζεται, τὸ εἶναι φῶς οὐσιωδῶς οὐκ ἔχουσα, καθάπερ ἐκεῖνος. Ὁ ψαλμῳδός "Ἐσημειώθη, φησὶν, ἐφ' ἡμᾶς τὸ φῶς τοῦ "προσώπου σου Κύριε." καὶ ποῖον ἄρα ἐστὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ' ἡμᾶς σεσημείωται; ἢ πάντως ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκὼν, καὶ διὰ τοῦτο λέγων "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα;" ἐνεσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ τοῦ Πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύουσιν εἰς αὐτὸν, ἵνα καὶ αὐτοὶ χρηματίζοιεν ἤδη κατ' αὐτὸν θεοί τε καὶ Θεοῦ υἱοί· ἀλλ' εἴπερ ἦν τι τῶν γενητῶν τὸ φῶς τὸ ἀληθινὸν, πῶς ἡμῖν ἐνεσημάνθη; "τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει," κατὰ τὴν ἀψευδῆ τοῦ πνευματοφόρου φωνήν. φῶς γὰρ ἐν τῷ φωτὶ πῶς ἂν γένοιτο καταφανές; Ἄλλο. Ὁ ψαλμῳδός "Φῶς ἀνέτειλε τῷ δικαίῳ," φησίν. εἰ μὲν ἔχοντι καὶ μὴ δεομένῳ, περιττόν· εἰ δὲ ὡς οὐχ ἔχοντι τὸ φῶς ἀνατέλλει, φῶς ἄρα μόνος ὁ Μονογενὴς, φωτὸς δὲ ἡ κτίσις μέτοχος, καὶ διὰ τοῦτο ἀλλοφυής. Ἄλλο. Ὁ ψαλμῳδός φησιν "Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ "αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ "ἔσωσεν αὐτοὺς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ "φωτισμὸς τοῦ προσώπου σου." φωτισμὸν τοῦ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει πάλιν ἐν τούτοις, τὴν ἐξ Υἱοῦ διὰ τοῦ Πνεύματος ἀποκάλυψιν, καὶ τὴν εἰς ἕκαστα τῶν ὄντων χειραγωγίαν, ὃ δὴ καὶ μόνον διέσωσε τὸν Ἰσραὴλ, καὶ