Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.106
Not analysed yet
οὐ πιστεύοντες ἀπολέσαι τὸ φῶς, οἱ φῶς κατὰ φύσιν ὑπάρχοντες; εἴπερ ὅλως ἐνδέχεται τὴν γενητὴν οὐσίαν τὸ φῶς εἶναι τὸ ἀληθινόν. καὶ πῶς ἂν γένοιτο τοῦτό ποτε; οὐ γὰρ ἐπὶ τῶν οὐσιωδῶς προσόντων τισὶν αἱ στερήσεις κατὰ τὸ παντελὲς ἐκ ῥᾳθυμίας συμβαίνουσιν, ἀλλ' ἐφ' ὧν ἂν ἡ θέλησις τὴν κτῆσιν ἐργάζηται, καὶ ἐπὶ τῶν ὅσα δὴ πέφυκε προσγίνεσθαί τε καὶ ἀπογίνεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. οἷον λογικὸς μὲν κατὰ φύσιν ὁ ἄνθρωπος, ναυπηγὸς δὲ κατὰ θέλησιν, ἢ καὶ ἀσθενὴς τὸ σῶμα κατὰ συμβεβηκός· ἄλογος μὲν οὖν οὐκ ἂν εἴη παντελῶς, τὴν δέ γε ναυπηγικὴν ἐμπειρίαν ἀπολέσει, ὁ ῥᾳθυμήσας τυχὸν, καὶ τὸ ἐκ πάθους συμβεβηκὸς ἀποκρούσεται, θεραπείαις τισὶν ἐπὶ τὸ ἄμεινον ἀνατρέχων. οὐκοῦν τὰ οὐσιωδῶς προσόντα τισὶν, ἐῤῥιζωμένην ἔχει τὴν στάσιν. εἴπερ οὖν ὅλως ἡ τῶν γενητῶν φύσις τὸ φῶς εἶναι δύναται τὸ ἀληθινὸν, πῶς ἀπολλύουσι τὸ φῶς οἱ πιστεύειν οὐκ ἐθέλοντες, ἢ πῶς ἂν υἱοὶ φωτὸς γένωνται οἱ πιστεύοντες; εἰ γάρ εἰσι καὶ αὐτοὶ κατὰ φύσιν τὸ φῶς, ἑαυτῶν ἄρα χρηματιοῦσιν υἱοί. καὶ ποῖός ἐστι τοῖς πιστεύουσιν ὁ μισθός; εἰσὶ γὰρ μᾶλλον ἑαυτῶν υἱοὶ καὶ τὴν πίστιν οὐ παραδεξάμενοι. ἀπὸ δὴ τῶν τοιούτων ἐννοιῶν τὸ ἀληθὲς λογιζόμενοι, μόνον ἐροῦμεν εἶναι τὸ φῶς τὸ ἀληθινὸν τὸν Μονογενῆ, φωτὸς δὲ τὴν κτίσιν ἐπιδεᾶ καὶ διὰ τοῦτο ἀλλοφυᾶ. Ἄλλο. "Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον "τὸ φῶς ἐν ὑμῖν ἐστι, περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ "ἡ σκοτία ὑμᾶς καταλάβῃ." καὶ τοῖς προκειμένοις ἐφαρμόσεις ἐντέχνως τὸν ἐν τοῖς προαποδεδομένοις λόγον. τὸ γὰρ φῶς κατὰ φύσιν ὑπάρχον, οὐκ ἂν ὑπὸ σκότους καταληφθείη ποτέ. Ἄλλο. Ὁ Ἰωάννης "Ὁ λέγων μὲν ἐν τῷ φωτὶ, φησὶν, "εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως