Ancient Greek · ~2 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.107
Not analysed yet
"ἄρτι." προαιρετικὸν ἄρα τὸ φῶς ἐν ἡμῖν, καὶ κατὰ θέλησιν μᾶλλον ἢ κατ' οὐσίαν προσπέφυκε τοῖς γενητοῖς, εἴπερ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί· φῶς δὲ κατ' οὐσίαν ὁ Μονογενής· οὐ γὰρ προαιρέσεως ἔχει καρπὸν τὸ ἀξίωμα. οὐκοῦν, οὐδὲ ὁμοφυὴς τοῖς γενητοῖς ὁ τοσοῦτον ὑπερκείμενος. Ἄλλο τούτῳ συγγενές. "Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ "ἐν τῷ φωτὶ μένει." ἡ ἀγάπη τοῖς γενητοῖς ἅπερ οὐκ ἔχουσι προξενεῖ, τὸ φῶς δηλονότι· φῶς δὲ ὁ Μονογενής· ἕτερος οὖν ἄρα ἐστὶ παρὰ τὰ ἐν οἷς ἐξ ἀγάπης γίνεται.