Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.113
Not analysed yet
τὸν ἐν ὑπάρξει λαμβάνει. οὐκοῦν οἰκειότερόν τε καὶ πρεπωδέστερον ἡ τῶν ἀνθρώπων ἐπιδέξεται φύσις τὸ ἐκ πρώτων εὐθὺς φωτίζεσθαι χρόνων, σύνδρομόν τε καὶ συγκατεσκευασμένην τῷ εἶναι λαμβάνειν τὴν σύνεσιν παρὰ τοῦ ὄντος ἐν τῷ κόσμῳ φωτὸς, τουτέστι τοῦ Μονογενοῦς, ὃς δὴ καὶ ἀῤῥήτῳ τῇ τῆς θεότητος δυνάμει τὰ πάντα πληροῖ, καὶ συμπάρεστι μὲν ἀγγέλοις ἐν οὐρανῷ, σύνεστι δὲ τοῖς ἐπὶ τῆς γῆς, κενὸν δὲ τῆς ἑαυτοῦ θεότητος οὐδὲ αὐτὸν ἀφίησι τὸν ᾅδην, καὶ πανταχῆ τοῖς πᾶσιν ἐπιδημῶν οὐδενὸς ἀπανίσταται, ὡς ἐπὶ τούτῳ καὶ λίαν εἰκότως ἀποθαυμάζοντα τὸν σοφώτατον λέγειν μελῳδόν "Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύ"ματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν "ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν "ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον "καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ "ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου." παντὸς γὰρ τόπου καὶ πάσης κτίσεως ἡ θεία περιδράττεται χεὶρ, συνέχουσα πρὸς τὸ εἶναι τὰ πεποιημένα, καὶ περισφίγγουσα πρὸς ζωὴν τὰ ζωῆς δεόμενα, καὶ τοῖς συνέσεως δεκτικοῖς τὸ νοητὸν ἐνσπείρουσα φῶς. ἔστι δὲ οὐκ ἐν τόπῳ, καθάπερ ἤδη προείπομεν, οὐδὲ τὴν μεταβατικὴν ὑπομένει κίνησιν· σωμάτων γὰρ ἴδιον τοῦτό γε· πληροῖ δὲ μᾶλλον τὰ πάντα ὡς Θεός. Ἀλλ' ἐρεῖ τις πρὸς ταῦτα τυχόν Τί οὖν ἄρα φαμὲν, ὦ γενναῖε, ὅταν τις ἡμῖν εἰς μέσον ἄγῃ λέγοντα τὸν Χριστόν "Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα;" τί δὲ ὅταν ὁ ψαλμῳδὸς ἀναφθέγγηται "Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν "ἀλήθειάν σου;" ἰδοὺ γὰρ ἐνθάδε σαφῶς αὐτὸς μὲν ἐληλυθέναι φησὶν εἰς τὸν κόσμον, ὡς οὐκ ὢν ἐν αὐτῷ δηλονότι· πέμπεσθαι δὲ πάλιν ὁ μελῳδὸς ἐλιπάρει τὸν οὔπω παρόντα,