Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.114
Not analysed yet
κατά γε τὸ ἐν τῷ λόγῳ σχῆμα καὶ τῆς ὡς ἡμᾶς ἀποστολῆς τὴν ἔμφασιν. πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι τῷ Μονογενεῖ θεοπρεπὲς ἀξίωμα περιτιθεὶς ὁ θεολόγος, ἐν τῷ κόσμῳ φησὶν ἀεὶ καὶ διὰ παντὸς ὑπάρχειν αὐτὸν, ὡς ζωὴν κατὰ φύσιν, ὡς φῶς κατ' οὐσίαν, πληροῦντα τὴν κτίσιν, ὡς Θεὸν, οὐ τόπῳ περιγραπτὸν, οὐ διαστήμασι μετρητὸν, οὐ ποσότητι καταληπτὸν, οὐδὲ ὑπό τινος ὅλως ἐμπεριεχόμενον, οὐδὲ μεταβάσεως τῆς εἰς τόπον ἐκ τόπου δεόμενον, ἀλλ' ἐνδημεῖν μὲν ἅπασιν, ἀπολιμπάνεσθαι δὲ μηδενός· ἐληλυθέναι δὲ αὐτὸν ἐν κόσμῳ διισχυρίσατο, καίτοι παρὼν ἐν αὐτῷ, κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον. "Ὤφθη γὰρ ἐπὶ τῆς γῆς καὶ τοῖς "ἀνθρώποις συνανεστράφη" μετὰ σαρκὸς, ἐμφανεστέραν ἑαυτοῦ τὴν ἐν κόσμῳ παρουσίαν διὰ τούτου τιθεὶς, καὶ ὁ πάλαι νοήσει καταληπτὸς, καὶ αὐτοῖς ἤδη τοῖς τοῦ σώματος ὁρώμενος ὀφθαλμοῖς, παχυτέραν, ἵνα οὕτως εἴπω, τῆς θεογνωσίας ἡμῖν ἐνετίθει τὴν αἴσθησιν, διὰ θαυμάτων καὶ μεγαλουργίας ἐπιγινωσκόμενος. ἀποστέλλεσθαι δὲ ὡς ἡμᾶς φωτιοῦντα τὸν κόσμον τὸν τοῦ Θεοῦ Λόγον, ὁ μελῳδὸς οὐ καθ' ἕτερον δέ τινα τρόπον, ὥς γε μοι φαίνεται, κατὰ δὲ τοῦτον αὐτὸν παρακαλεῖ. χρῆναι δὲ οἶμαι πρὸς τούτῳ κἀκεῖνο διενθυμεῖσθαι τὸν φιλομαθῆ, ὅτι παντὸς μὲν λόγου τομώτερος νοῦς, ὀξυτέρα δὲ γλώττης τῆς διανοίας ἡ κίνησις. οὐκοῦν ὅσον ἧκεν εἰς λεπτότητα νοῦ καὶ τὴν ὀξεῖαν ἐν αὐτῷ κίνησιν, τὸ ποικίλον τῆς θείας φύσεως καταθεώμεθα κάλλος· λαλοῦμεν δὲ τὰ περὶ αὐτῆς ἀνθρωπινότερον καὶ λόγῳ τῷ καθ' ἡμᾶς, οὐκ ἐχούσης τῆς γλώττης πρὸς τὸ τῆς ἀληθείας ἐκτείνεσθαι μέτρον. διὸ δὴ καὶ ὁ Παῦλος ὁ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, λόγον ἀπῄτει παρὰ Θεοῦ τὸν "ἐν "ἀνοίξει τοῦ στόματος" αὐτοῦ. οὐδὲν οὖν ἄρα λυμανεῖται