Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.12
Not analysed yet
τὸ σοφίζεσθαι περιττὰ παραιτουμέναις, ᾧ δὴ πάντως καὶ τὸ ἐκπλήττεσθαι συμβαίνειν ἀκολουθεῖ, καὶ τὸ ἐκ τοῦ λίαν ἐκκλίνειν εἰς δεξιὸν τῆς εὐθείας καὶ βασιλικῆς ἔξω πίπτειν ὁδοῦ. "Πορεύεται γὰρ πεποιθὼς, ὃς ἁπλῶς πορεύεται," κατὰ τὴν τοῦ Σολομῶνος φωνήν. Θαυμαστὴν δὲ λίαν ἐχόντων τῶν ἁγίων εὐαγγελιστῶν τὴν ἐν τῷ γράφειν ἀκρίβειαν· οὐ γὰρ αὐτοὶ λαλοῦσι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς τὸ ἐν αὐτοῖς, πάντως εὐλόγως ἐπέκεινα θαύματος τὴν τοῦ Ἰωάννου συγγραφὴν ἀνατεθεῖσθαι δοίη τις ἂν, εἴς τε τὸ τῶν θεωρημάτων ἀποβλέπων ὑπερφερὲς, καὶ τῆς διανοίας αὐτοῦ τὴν ὀξύτητα, καὶ τὴν συνεχῆ καὶ ἀλλεπάλληλον τῶν νοημάτων ἐπεισφοράν. σύνδρομοι μὲν γὰρ ἀλλήλοις εἰσὶ περὶ τὴν τῶν θείων δογμάτων ἐξήγησιν, καὶ πρὸς ἕνα καθάπερ ἀπὸ νύσσης ἀφέντες ἱπποδρομοῦσι σκοπόν· διάφορον δέ πως αὐτοῖς ἐξυφαίνεται τοῦ λόγου τὸ σχῆμα, καί μοι δοκοῦσι προσεοικέναι τισὶν, οἷς εἰς μίαν συνενεχθῆναι μὲν πόλιν τὸ σύνταγμα, τὸ γεμὴν διὰ μιᾶς καὶ τῆς αὐτῆς λεωφόρου βαδίζειν οὐ πάντως συνδοκοῦν. ἔστι μὲν γὰρ τοὺς μὲν ἄλλους ὁρᾶν εὐαγγελιστὰς μετὰ πολλῆς τινος τῆς ἀκριβείας τὸν περὶ τῆς κατὰ σάρκα γενεαλογίας τοῦ Σωτῆρος ἡμῶν ποιουμένους λόγον, καὶ τοὺς ἐξ Ἁβραὰμ ἕως Ἰωσὴφ στοιχηδὸν καταφέροντας, ἢ αὖ πάλιν ἀναβιβάζοντας τοὺς ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδάμ· τὸν δέ γε μακάριον Ἰωάννην, τῆς μὲν ἐπὶ τούτοις οὐ λίαν πεφροντικότα σπουδῆς, θερμοτάτῳ δέ τινι καὶ διαπύρῳ διανοίας κινήματι κεχρημένον, ὡς αὐτῶν ἅπτεσθαι τῶν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐπιχειρεῖν, καὶ τὴν ἄῤῥητόν τε καὶ ἄφραστον τοῦ Θεοῦ Λόγου γέννησιν ἐξηγεῖσθαι τολμᾶν. ᾔδει μὲν γὰρ ὅτι "Δόξα Θεοῦ κρύπτει λόγον," καὶ πάσης ἐστὶ μεῖζον τῆς ἐν ἡμῖν ἐννοίας τε καὶ φωνῆς τὸ