Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.13
Not analysed yet
θεοπρεπὲς ἀξίωμα, δυσεκφώνητά τε καὶ πρὸς τὸ ἐκτρανοῦσθαι χαλεπώτατα τὰ τῆς θείας φύσεως ἴδια. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τρόπον τινὰ σπιθαμῇ μετρῆσαι τὸν οὐρανὸν, καὶ τοῖς ὀλίγοις τῆς ἀνθρωπότητος μέτροις ἐπιτρέψαι χωρεῖν ἐπὶ τὰ πᾶσι δυσέφικτά τε καὶ δυσδιήγητα, ἵνα μὴ τοῖς ἑτεροδιδασκαλοῦσιν ὁ κατὰ τῶν ἁπλουστέρων ἐκπλατύνηται δρόμος, ὡς οὐδεμιᾶς τῶν ἁγίων φωνῆς, οἳ καὶ "αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου" γεγόνασι, ταῖς ἐκείνων παραποδιζούσης κακονοίαις, ἔρχεται δριμὺς ἐπ' αὐτὸ τῶν θείων δογμάτων τὸ κυριώτατον, "Ἐν ἀρχῇ, βοῶν, ἦν ὁ "Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ "Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν." χρῆναι δὲ οἶμαι τοὺς τοῖς ἱεροῖς ὁμιλοῦντας γράμμασι τοὺς παρὰ πάντων προσίεσθαι λόγους, οἵπερ ἂν εἶεν καλοί τε καὶ ἀγαθοὶ, καὶ τὸ βλάβος ἔχοντες οὐδέν· οὕτω γὰρ ἂν τὰ παρὰ τοῖς πολλοῖς ποικίλως τεθεωρημένα κατὰ ταυτὸν καταγείροντες, καὶ εἰς ἕνα συνεισφέροντες σκοπὸν καὶ νοῦν εἰς καλὸν ἀναβήσονται τῆς γνώσεως μέτρον, καὶ τὴν ἐργάτιν καὶ σοφὴν ἀπομιμούμενοι μέλιτταν, τὰ γλυκέα τοῦ Πνεύματος κηρία συμπήξειαν. φασὶ τοίνυν τῶν φιλοπονωτάτων τινὲς, ὡς μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδοποιμένες καὶ ψευδοδιδάσκαλοί τινες θηρίων ἀτιθάσων δίκην τοῖς τοῦ Σωτῆρος ἐπεισπεσόντες ποιμνίοις τεθορυβήκασιν οὐ μικρῶς, "ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὰ γέγραπται, "καὶ οὐκ ἀπὸ στόματος Κυρίου," μᾶλλον δὲ οὐκ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας, ἀλλ' ἐκ διδαγμάτων τοῦ οἰκείου πατρὸς, τοῦ διαβόλου δηλαδή. εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν "Ἀνά"θεμα Ἰησοῦς" εἰ μὴ ἐν βεελζεβοὺλ, πῶς οὐκ ἀληθὴς ἡμῖν ὁ περὶ τούτων ὀφθήσεται λόγος; τίνα τοίνυν ἐστὶν ἅπερ ἐκεῖνοι