Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.122
Not analysed yet
δίχα πικρῶν παραιτεῖσθαι μὲν τὸν τῆς σαρκὸς θάνατον, καὶ ἀποδύσασθαι τὸ κολάζον ὀκνεῖν, ἐτῶν δὲ προσθήκῃ τιμᾶσθαι παρακαλεῖν, καίτοι λίαν ἐχρῆν, εἴπερ ἦν ὄντως ἀγαθὸς, οὐ τὸ τεθνάναι παραιτεῖσθαι μᾶλλον, ἡγεῖσθαι δὲ φορτικὸν τὸ συμπεπλέχθαι σώματι, καὶ ἐπὶ τούτῳ χάριν ἤπερ ἐπὶ τοῖς ἐναντίοις ὁμολογεῖν. πῶς δὲ ὡς ἐν χάριτος μέρει Θεὸς ἐπηγγέλλετο λέγων αὐτῷ "Ἰδοὺ προστίθημι εἰς τὸν χρόνον "σου ἔτη δεκαπέντε," καίτοι προσθήκη κολάσεως, οὐκ εὐποιΐας τρόπος, ἡ ὑπόσχεσις ἦν, εἴπερ ἐκεῖνοι πρεσβεύουσιν ἀληθῆ; ἀλλὰ μὴν δῶρον ἄνωθεν ἡ ὑπόσχεσις ἦν, καὶ ἡ προσθήκη χάρις· οὐκ ἄρα κόλασις ταῖς ψυχαῖς ἡ σωμάτωσις. ιδ. Ἄλλο. Εἰ ἐν τάξει κολάσεως δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, ποίαν ἀντεδίδου χάριν τῷ εὐνούχῳ Θεὸς τῷ ἀνενεγκόντι τὸν Ἱερεμίαν ἐκ τοῦ λάκκου, λέγων Καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα, καὶ διασώσω σε ἐκ τῶν Χαλδαίων. ἔδει γὰρ μᾶλλον ἀποθνήσκειν ἐᾶν, ἵνα καὶ τιμήσῃ, δεσμοῦ καὶ κολάσεως ἀπολύων αὐτόν. τί δὲ, εἰπέ μοι, τοῖς ἐξ Ἰσραὴλ νεανίαις ἐχαρίζετο, διασώζων αὐτοὺς ἐκ φλογὸς, καὶ τῆς τῶν Βαβυλωνίων ἀπανθρωπίας; ὅτου δὲ χάριν τῆς τῶν λεόντων ὠμότητος τὸν σοφὸν ἐξήρπαζε Δανιήλ; ἀλλὰ μὴν ταῦτα πράττων εὐεργετεῖ, καὶ δι' αὐτὰ δοξάζεται. οὐκ ἄρα τρόπος τιμωρίας ἐστὶ τὸ ἐνοικεῖν τῇ σαρκὶ, ἵνα μὴ ταὐτὸν εἴη παρὰ Θεῷ τιμὴ καὶ κόλασις. ιε. Ἄλλο. Ὅτι τῶν ἑκάστῳ βεβιωμένων ἐξέτασις ἔσται κατὰ καιρὸν ἐπὶ τοῦ θείου βήματος ἐκδιδάσκων ὁ Παῦλός φησι "Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν "τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ "τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον·" εἰ δὲ ἐπὶ μόνοις τοῖς διὰ τοῦ σώματος ἢ κολάζεταί τις παρὰ τοῦ κρίνοντος, ἤγουν τῆς δεούσης ἀξιοῦται τιμῆς, μνήμη δὲ