Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.121
Not analysed yet
ια. Ἄλλο. Εἰς πλῆθος μέγα καὶ ἀναρίθμητον τὸ τῶν Ἰσραηλιτῶν ἐξετείνετο γένος· καὶ δὴ καὶ τοῦτο δικαίως ὑπερθαυμάσας ὁ ἱεροφάντης Μωυσῆς ἐπεύχεται λέγων αὐτοῖς "Καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ "πλήθει· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν "ὡς ἐστὲ χιλιοπλασίως." ἀλλ' εἴπερ ἦν κόλασις ταῖς ἀνθρώπων ψυχαῖς τὸ εἶναι μετὰ σωμάτων ἐν κόσμῳ, ἔδει δὲ εἶναι καὶ οὐ γυμνὰς, ἀρὰ μᾶλλον εἴη περ ἀληθῶς, οὐκ ἐπ' εὐχῇ καὶ ὁ τοῦ Μωυσέως εὑρίσκεται λόγος. ἔχει δὲ οὐχ οὕτως, ἀλλ' ἐν εὐλογίας τάξει πεποίηται· οὐκ ἄρα τιμωρίας ἐπέχει λόγον ἡ σάρκωσις. ιβ. Ἄλλο. Τοῖς αἰτεῖν ἐπιχειροῦσι κακῶς ἐπινεύειν Θεὸς οὐκ ἀνέχεται. καὶ τούτου μάρτυς ἡμῖν ἀψευδὴς ὁ τοῦ Σωτῆρος γενήσεται μαθητής "Αἰτεῖτε, λέγων, καὶ οὐ λαμ"βάνετε, ὅτι κακῶς αἰτεῖσθε." εἴπερ οὖν ἐστι κόλασις τὸ σωματωθῆναι ψυχὴν, Ἄννα τοῦ Ἑλικανὰ ἡ γυνὴ, πῶς οὐκ εὐλόγως ἐρεῖ τις, ὅτι τοῦ πρέποντος ἀπεσφάλλετο μακρὰν, οὕτω πρὸς Θεὸν ἀνατείνουσα τὴν εὐχὴν, καὶ αἰτοῦσα "σπέρμα ἀνδρός;" ψυχῆς γὰρ ᾔτει κατάπτωσιν καὶ τὴν εἰς σῶμα κάθοδον· πῶς δὲ ὅλως καὶ υἱὸν αὐτῇ ἐδίδου Θεὸς τὸν ἅγιον Σαμουὴλ, εἴπερ ἔδει πάντως ἁμαρτῆσαι ψυχὴν, ἵνα δὴ καὶ ἐμπλακεῖσα σώματι τῇ γυναικὶ πληρώσῃ τὴν αἴτησιν; ἀλλὰ μὴν καὶ Θεὸς ἐδίδου, μόνα πεφυκὼς διδόναι τὰ ἀγαθὰ, καὶ προχείρως ἐπινεύσας αὐτῇ λοιδορίας ἁπάσης ἐλευθεροῖ τὴν αἴτησιν. οὐκ ἄρα ἐξ ἁμαρτίας ἡ σάρκωσις, ἀλλ' οὐδὲ κολάσεως τρόπος κατά τινας. ιγ. Ἄλλο. Εἰ ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, τί τὸ πεπεικὸς Ἑζεκίαν τὸν τῆς Ἱερουσαλὴμ βασιλέα, καίτοι σοφὸν ὄντα καὶ ἀγαθὸν, δακρύων οὐ