Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.124
Not analysed yet
θηταί. τί οὖν πρὸς ταῦτα Χριστός; "Ἀμὴν λέγω ὑμῖν, "οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανε"ρωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ." πῶς οὖν ἔξω τίθησιν ἁμαρτίας αὐτοὺς, καίτοι μὴ ὄντας ἀνεγκλήτους κατὰ τὸν βίον; ἄνθρωποι γὰρ ὄντες, ἔνοχοί που πάντως ἦσαν καὶ πταίσμασιν. ἀλλ' ἔστι πρόδηλόν τε καὶ συμφανὲς, ὅτιπερ ὁ λόγος εἰς τὸν πρὸ τῆς γενέσεως ἀναβαίνει καιρὸν, καθ' ὃν οὔπω γεγονότες, οὐδὲ ἡμάρτανον, ἵνα καὶ ἀληθεύῃ Χριστός. ιθ. Ἄλλο. Ὁ μακάριος προφήτης Ἡσαΐας, τὴν αἰτίαν τοῦ πεποιῆσθαι τὴν γῆν ἐξηγούμενος "Οὐκ εἰς κενὸν, φησὶν, "ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι·" ἔδει δὲ πάντως κατοικεῖσθαι τὴν γῆν, οὐ πνεύμασι πληρουμένην γυμνοῖς, ἀλλ' οὐδὲ ἀσάρκοις καὶ ἀναμφιέστοις ψυχαῖς, ἀλλὰ τοῖς καταλλήλοις αὐτῇ κεχρημέναις σώμασιν. ἦν οὖν ἆρα βούλημα θεῖον τὸ ἐνεργοῦν εἰς τὸ ἁμαρτάνειν ψυχὰς, ἵνα καὶ ἡ τῶν σωμάτων γένηται φύσις, οὕτω τε λοιπὸν ἡ γῆ μὴ εἰς κενὸν φαίνηται γεγενημένη; ἀλλὰ τοῦτο ἄτοπον, κρεῖττον οὖν ἄρα τὸ ἕτερον. κ. Ἄλλο. Ἡ πάντων τεχνῖτις σοφία περὶ ἑαυτῆς που φησὶν ἐν βίβλῳ παροιμιῶν "Ἐγὼ ἤμην ᾗ προσέχαιρεν·" ὁ πάντων δηλονότι Δημιουργός· "καθ' ἡμέραν δὲ εὐφραινόμην "ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε εὐφραίνετο τὴν "οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώ"πων." ὅτε τοίνυν συντελέσας τὴν οἰκουμένην τῇ τοῦ ἀνθρώπου κατασκευῇ λίαν ἐφήδεται Θεὸς, πῶς οὐχὶ πάσης ἔξω κείσεται φρενὸς, ὁ προγενεστέροις ἁμαρτήμασιν ὑποτιθεὶς τὴν ψυχὴν, διά τε τοῦτο σεσωματῶσθαι λέγων αὐτὴν, καὶ κατὰ τοῦτον τετιμωρῆσθαι τὸν τρόπον; ἢ γὰρ οὐχὶ δεσμωτηρίου μᾶλλον, ἤπερ οἰκουμένης, ἐργάτης ἔσται Θεός· εὐφρανθήσεται δὲ παραλόγως ἐπὶ τοῖς ὑπέχουσι δίκας; καὶ πῶς ἂν εἴη λοιπὸν ἀγαθὸς ἐπ' ἀτόποις οὕτω γανύμενος;