Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.125
Not analysed yet
ἀλλὰ μήν ἐστιν ἀγαθὸς, διά τοι τοῦτο ποιητὴς ἀγαθῶν· οὐκ ἄρα τιμωρίας ἔσται τρόπος ἡ σάρκωσις. κα. Ἄλλο. Εἰ πλημμελημάτων τῆς ἐν κόσμῳ γενέσεως ἀρχαιοτέρων εἰσπράττεται δίκας ἡ τοῦ ἀνθρώπου ψυχὴ διὰ τῆς εἰς σάρκα συμπλοκῆς, καὶ τιμωρίας ἐπέχει λόγον αὐτῇ τὸ σῶμα, διὰ ποίαν αἰτίαν, κόσμῳ μὲν ἀσεβῶν κατακλυσμὸς ἐπενήνεκται, διεσώθη δὲ δίκαιος ὢν ὁ Νῶε, καὶ ταύτην ἔχει παρὰ Θεοῦ τῆς πίστεως τὴν ἀντίδοσιν; ἢ γὰρ οὐχὶ μᾶλλον ἐχρῆν τοὺς μὲν ἀφόρητα δυσσεβήσαντας, μακροτέρους ἐν σώμασι κατατρίβειν χρόνους, ἵνα καὶ μειζόνως κολάζωνται, δεσμῶν δὲ τῶν ἀπὸ σαρκὸς ἀνίεσθαι τοὺς ἀγαθοὺς, καὶ τῆς πρὸς Θεὸν εὐσεβείας ἀντικομίζεσθαι γέρας τὴν ἐκ σώματος ἀποφοίτησιν; ἀλλ' οἶμαι δίκαιον ὄντα τὸν ἁπάντων Δημιουργὸν, τὴν ἑκάστῳ χρεωστουμένην τάγματι ψῆφον ἐπενεγκεῖν. ἐπειδὴ δὲ δίκαιος ὢν θανάτῳ μὲν τῷ τῆς σαρκὸς κολάζει τὸν παράνομον, ζωῇ δὲ πάλιν τῇ μετὰ σώματος εὐφραίνει τὸν δίκαιον· οὐ κόλασις ἄρα τὰ σώματα ταῖς ἀνθρώπων ψυχαῖς, ἵνα μὴ ἄδικος φαίνηται Θεὸς, χάριτι μὲν κολάζων τὸν ἀσεβῆ, τιμῶν δὲ πάλιν κολάσει τὸν δίκαιον. κβ. Ἄλλο. Εἰ προγενεστέρων πταισμάτων ἐκτίσουσα δίκας εἰς σάρκα καὶ σῶμα καταβέβηκεν ἡ ψυχὴ, πῶς "ἐφίλει" τὸν Λάζαρον ἀναστήσας αὐτὸν ὁ Σωτὴρ καὶ τὸν ἅπαξ δεσμῶν ἀνεθέντα παλινδρομεῖν εἰς αὐτοὺς ἀναγκάσας; ἀλλ' ἔπραττεν ὠφελῶν, καὶ ὡς φίλον ἐτίμα τὸν τεθνεῶτα Χριστὸς διανιστὰς ἐκ νεκρῶν. εἰκαῖον οὖν ἄρα τῶν δι' ἐναντίων τὸ πρόβλημα. κγ. Ἄλλο. Εἰ, καθάπερ ἐκεῖνοι ληροῦντές φασιν, ὡς ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ ψυχῇ, διὰ πρεσβυτέραν αὐτῆς ἁμαρτίαν ἐπινοηθὲν, ἁμαρτία τὴν τῶν ἀνθρωπίνων σωμάτων παρεισήνεγκε φύσιν· ἀλλὰ καὶ πάλιν "εἰσῆλθε