Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.130
Not analysed yet
"Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας." ἦν γὰρ ὄντως ὁ τοῦ πεφωτίσθαι καρπὸς, ἡ ἀληθὴς περὶ τοῦ Μονογενοῦς διάληψις, σταφυλή τις ὥσπερ κληματίδος ἐξηρτημένη, τῆς ἀνθρώπου διανοίας φημὶ, καὶ οὐχὶ τὸ ἐναντίον, ἡ εἰς πολύθεον ἕλκουσα πλάνην ἀβουλία, ὀξείας ἀκάνθης δίκην, ἐν ἡμῖν ἀνατέλλουσα καὶ πλήττουσα πρὸς θάνατον ταῖς ἀπάταις τὸν νοῦν. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ἐπιτείνει τὴν ἀπολογίαν ὁ Εὐαγγελιστὴς τοῦ μὴ ἐγνωκέναι τὸν κόσμον τὸν φωτίζοντα αὐτὸν, τουτέστι τὸν Μονογενῆ, καὶ ἀπὸ τῆς χείρονος τῶν ἐξ Ἰσραὴλ ἁμαρτίας, καὶ τὰ τῶν ἐθνῶν ἐγκλήματα κρατύνειν ἐπείγεται, καὶ τὴν ἐπισκήψασαν τῷ κόσμῳ παντὶ δυσμαθείας τε ὁμοῦ καὶ ἀπειθείας ἐπιδεικνύει νόσον. εὐαφόρμως δὲ λίαν εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως εἰσελαύνει λόγον, καὶ καθέρπει λοιπὸν ἐξ ἀκράτου θεολογίας, εἰς ἐξήγησιν οἰκονομίας τῆς μετὰ σαρκὸς, ἣν ἐποιήσατο δι' ἡμᾶς ὁ Υἱός. θαυμαστὸν γὰρ οὐδὲν, εἰ μὴ ἔγνω, φησὶν, ὁ κόσμος τὸν Μονογενῆ, τῆς μὲν ἀνθρώπῳ πρεπούσης συνέσεως ἐκδεδραμηκὼς, καὶ ὅτι μὲν ἐν τιμῇ τέ ἐστι καὶ γέγονεν οὐκ εἰδὼς, παραβληθείς τε τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καθάπερ οὖν καὶ ὁ θεῖος ἔφασκε μελῳδὸς, ὅπου καὶ αὐτὸς ὁ προσήκειν ἰδίως αὐτῷ παρὰ πᾶσιν ὑπονοηθεὶς λαὸς ἀπεσείσατο παρόντα μετὰ σαρκὸς, καὶ ἐπὶ σωτηρίᾳ τῇ ἐπὶ πάντων ἐπιδημήσαντα λαβεῖν οὐκ ἠθέλησε, τὴν τῶν οὐρανῶν βασιλείαν τῆς πίστεως ἀντιδιδόντα. ἐπιτήρει δὲ ὅπως γέγονεν ἀσφαλὴς ὁ περὶ τούτων λόγος. τοῦ μὲν γὰρ κόσμου τὸ μηδόλως ἐγνωκέναι τὸν φωτίζοντα