Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.129
Not analysed yet
ἐπέκεινα δρόμον, κατέχωσε ῥᾳθυμίαις τὸν φωτισμὸν, ἠμέλησε τοῦ χαρίσματος, ὅπερ ἵνα μὴ πάθοι, νήφειν ὁ Παῦλος κελεύει τῷ οἰκείῳ μαθητῇ· οὐδὲν οὖν ἄρα πρὸς τὸ φῶς ἡ τῶν φωτισθέντων φαυλότης· ὅνπερ γὰρ τρόπον ἀνίσχει μὲν ἅπασι τοῦ ἡλίου τὸ φῶς, ὠφελεῖται δὲ οὐδὲν ὁ τυφλὸς, ἀλλ' οὐ διὰ τοῦτο τῆς ἡλιακῆς ἂν εὐλόγως κατηγορήσαιμεν αὐγῆς, αἰτιασώμεθα δὲ μᾶλλον τὸ τῆς ὄψεως πάθος· ἡ μὲν γὰρ ἐφώτιζεν, ἡ δὲ τὸν φωτισμὸν οὐκ ἐδέχετο· οὕτως οἶμαι δεῖν καὶ ἐπὶ τοῦ Μονογενοῦς ἐννοεῖν, ὅτι φῶς μέν ἐστι τὸ ἀληθινόν "Ὁ δὲ θεὸς τοῦ αἰῶνος τούτου," καθὰ καὶ ὁ Παῦλός φησιν, "ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς "τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν" ἐν αὐτοῖς τῆς γνώσεως τοῦ Θεοῦ. τύφλωσιν δέ φαμεν τὴν ἐν τούτοις ὑποστῆναι τὸν ἄνθρωπον, οὐκ εἰς ὁλόκληρον τοῦ φωτὸς ἐρημίαν ἐρχόμενον· σώζεται γὰρ ἐν τῇ φύσει πάντως ἡ θεόσδοτος σύνεσις· ἀλλ' εἰς ἕξιν ἀμαθεστέραν κατασβεννύμενον, καὶ ταῖς ἐπὶ τὰ χείρω παρατροπαῖς καταμαραίνοντά πως καὶ κατατήκοντα τὸ τῆς χάριτος μέτρον· διά τοι τοῦτο καὶ ὁ σοφώτατος μελῳδὸς, ὅτε τὸν τοιοῦτον ἡμῖν ἄνθρωπον ὑποκρίνεται, τότε δὴ καὶ δικαίως καταφωτίζεσθαι παρακαλεῖ, λέγων ὡς πρὸς Θεόν "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, "καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·" "Νόμον γὰρ εἰς βοήθειαν ἔδωκε," τὸ θεῖον ἐν ἡμῖν ἀναζωπυρήσαντα φῶς, καὶ ὥσπερ τινὰ λήμην τῶν τῆς καρδίας ὀφθαλμῶν ἐκκαθαίροντα τὸν ἐξ ἀρχαίας ἀμαθίας ἐπισκήψαντα σκοτισμόν. ἀχαριστίας οὖν ἅμα καὶ ἀναισθησίας ὁ κόσμος ἐν τούτοις ὑπομένει γραφὴν, καὶ τὸν οἰκεῖον ἀγνοήσας γενεσιουργὸν, καὶ τὸν ἐκ τοῦ πεφωτίσθαι καρπὸν οὐκ ἀγαθὸν ἐπιδείξας, ἵνα φανῆται λοιπὸν ἐπ' αὐτῷ κἀκεῖνο πάλιν ἀληθὲς, τὸ ἐφ' υἱοῖς Ἰσραὴλ διὰ προφητικῆς ᾀδόμενον φωνῆς