Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.134
Not analysed yet
Κύριος, οὐκ ἐν τοῖς θελήμασι τοῦ Θεοῦ καὶ Πατρὸς, οὐδὲ ὅσον εἰς τὸ βεβουλῆσθαι μόνον, αὐτὸ τὸ εἶναι Θεὸς καὶ Υἱὸς κεκτήσεται, ἀλλ' ἐξ αὐτῆς τῆς οὐσίας ἀναλάμψας τοῦ Πατρὸς, τὸ ἴδιον αὐτῆς ἀγαθὸν κατὰ φύσιν ἐπάγεται· ὁρᾶται δὲ πάλιν Υἱὸς ὑπάρχων Υἱὸς ἀληθινὸς, καὶ τῇ πρὸς ἡμᾶς ἀντιπαραθέσει δοκιμαζόμενος. ἐπειδὴ γὰρ τὸ φύσει λόγον ἕτερον ἔχει τῷ κατὰ θέσιν, καὶ τῷ κατὰ μίμησιν τὸ κατ' ἀλήθειαν, υἱοὶ δὲ ἡμεῖς κεκλήμεθα κατὰ θέσιν καὶ κατὰ μίμησιν· κατὰ φύσιν ἄρα καὶ κατὰ ἀλήθειαν αὐτὸς, ᾧ καὶ ταῦτα γεγονότες ἀντιπαρακείμεθα, τὸ ἐκ χάριτος ἀγαθὸν ἀντὶ φυσικῶν ἀξιωμάτων ἀποκερδαίνοντες. Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Οἱ διὰ πίστεως, φησὶ, τῆς εἰς Χριστὸν εἰς υἱοθεσίαν κεκλημένοι Θεοῦ, τῆς μὲν οἰκείας φύσεως τὴν εὐτέλειαν ἀπεδύσαντο, κατηγλαϊσμένοι δὲ ὥσπερ ἀμφίῳ λαμπρῷ τῇ τοῦ τιμῶντος χάριτι, πρὸς τὸ ὑπὲρ φύσιν ἀναβαίνουσιν ἀξίωμα· οὐ γὰρ ἔτι χρηματίζουσι τέκνα σαρκὸς, Θεοῦ δὲ μᾶλλον κατὰ θέσιν γεννήματα. ἐπιτήρει δὲ ὅσην ὁ μακάριος Εὐαγγελιστὴς ἐν τοῖς ἑαυτοῦ λόγοις ἐποιήσατο τὴν ἀσφάλειαν. ἐπειδὴ γὰρ ἔμελλεν ἐρεῖν ἐκ Θεοῦ γεγεννῆσθαι τοὺς πεπιστευκότας, ἵνα μήτις οἴηται τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπεφυκέναι κατὰ ἀλήθειαν αὐτοὺς, καὶ εἰς ἀπαράλλακτον ὁμοιότητα τρέχειν τῷ Μονογενεῖ, ἢ καὶ κατ' ἐκείνου καταχρηστικώτερον λέγεσθαι τὸ "ἐκ γαστρὸς πρὸ ἑωσφόρου "ἐξεγέννησά σε," οὕτω τε λοιπὸν εἰς τὴν τῶν ποιημάτων καὶ αὐτὸς καταφέροιτο φύσιν, καὶ εἰ λέγοιτο γεγεννῆσθαι παρὰ Θεοῦ, ἀναγκαίως ἡμῖν προσεπινοεῖ τὴν ἀσφάλειαν.