Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.135
Not analysed yet
δεδόσθαι γὰρ αὐτοῖς ἐξουσίαν εἰπὼν παρὰ τοῦ κατὰ φύσιν Υἱοῦ πρὸς τὸ γενέσθαι τέκνα Θεοῦ, καὶ τὸ θέσει καὶ χάριτι διὰ τούτου προεισενεγκὼν, ἀκινδύνως ἐπάγει λοιπὸν τό Ἐκ Θεοῦ ἐγεννήθησαν· ἵνα καὶ τῆς ἐπ' αὐτοῖς χάριτος ἐπιδείξῃ τὸ μέγεθος, ὥσπερ εἰς οἰκειότητα φυσικὴν συλλέγοντος τὸ ἀλλότριον τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὸ δοῦλον εἰς δεσποτικὴν εὐγένειαν ἀναβιβάζοντος, διὰ τὴν εἰς αὐτὸ θερμὴν ἀγάπησιν. Τί οὖν ἄρα τὸ πλέον, ἐρεῖ τις τυχὸν, ἢ τί τὸ ἐξαίρετον ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν παρὰ τὸν Ἰσραὴλ, ἐπεὶ καὶ αὐτὸς γεγεννῆσθαι λέγεται παρὰ Θεοῦ κατὰ τό "Υἱοὺς "ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν;" πρὸς δὴ τὰ τοιαῦτα λέγειν οἶμαι δεῖν, πρῶτον μὲν ὅτι "Σκιὰν ἔχων ὁ "νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν "πραγμάτων," οὐδὲ τοῦτο κατ' ἀλήθειαν ἔχειν ἐδίδου τοῖς ἐξ Ἰσραὴλ, ἀλλ' ὡς ἐν τύπῳ καὶ σχήματι γραφόμενον ἐν αὐτοῖς "ἄχρι καιροῦ διορθώσεως," καθὰ γέγραπται, καθ' ὃν ἔμελλον ἀναδειχθήσεσθαι λοιπὸν, οἱ πρεπωδέστερόν τε καὶ ἀληθέστερον ἀποκαλοῦντες Πατέρα τὸν Θεὸν, διὰ τὸ ἐνοικῆσαι αὐτοῖς τὸ Πνεῦμα τοῦ Μονογενοῦς· οἱ μὲν γὰρ εἶχον "πνεῦμα δουλείας εἰς φόβον," οἱ δὲ "πνεῦμα υἱοθεσίας," εἰς ἐλευθερίαν, "ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ Πατήρ." οὐκοῦν ὁ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀναβήσεσθαι μέλλων εἰς υἱοθεσίαν λαὸς, καθάπερ ἐν σκιαῖς ἐν ἐκείνῳ προκατεγράφετο, ὥσπερ οὖν ἀμέλει καὶ τὴν ἐν πνεύματι νοοῦμεν περιτομὴν ἐν τῇ ἐκείνων πάλαι προανατυποῦσθαι σαρκί· καὶ συλλήβδην εἰπεῖν, πάντα ἦν ἐν ἐκείνοις τὰ ἡμέτερα τυπικῶς. πρὸς δέ γε τοῖς εἰρημένοις, κἀκεῖνο φαμὲν, ὅτι κέκληται τυπικῶς εἰς υἱοθεσίαν ὁ Ἰσραὴλ διὰ μεσίτου Μωυσέως· διὸ καὶ εἰς