Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.137
Not analysed yet
εἰς τὴν ὑπὲρ ἡμᾶς ἀνιπτάμενοι δόξαν, ἀλλ' ὡς ἤδη καὶ Θεὸν ἔχοντες ἐν ἑαυτοῖς ἐνοικοῦντα καὶ ἐναυλιζόμενον, κατὰ τὸ ἐν τῷ προφήτῃ κείμενον "Ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπερι"πατήσω·" ἐπεὶ κατὰ τίνα τρόπον λεγόντων ἡμῖν οἱ τῆς τοσαύτης ἀμαθίας ἀνάπλεῳ, ναοὶ Θεοῦ κατὰ Παῦλόν ἐσμεν τὸ Πνεῦμα ἔχοντες κατοικοῦν ἐν ἡμῖν, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστίν; εἰ γὰρ κτίσμα ἐστὶ καὶ γενητὸν, διὰ ποίαν αἰτίαν ἡμᾶς καταφθείρει Θεὸς, ὡς Θεοῦ καταφθείροντας ναὸν, ὅταν τὸ σῶμα καταμολύνωμεν, ἐν ᾧ τὸ Πνεῦμα ἐνοικεῖ, ὅλην ἔχον τοῦ Θεοῦ καὶ Πατρὸς τὴν φυσικὴν ἰδιότητα, καὶ ὁμοίως τοῦ Μονογενοῦς; ἐπεὶ πῶς ἀληθεύσει λέγων ὁ Σωτήρ "Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ "Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα "καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα," καὶ ἐν αὐτῷ καταλύσομεν. καίτοι τὸ Πνεῦμά ἐστι τὸ κατοικοῦν ἐν ἡμῖν, καὶ δι' αὐτοῦ πιστεύομεν ἔχειν ἅμα τὸν Πατέρα καὶ τὸν Υἱὸν, καθάπερ οὖν ἔφη καὶ αὐτός που πάλιν ὁ Ἰωάννης ἐν ἐπιστολαῖς "Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ "αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν." πῶς δὲ ὅλως καὶ Θεοῦ κεκλήσεται Πνεῦμα, εἰ μὴ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστὶ, καὶ διὰ τοῦτο Θεός; εἰ γὰρ ὑπάρχον, ὡς ἐκεῖνοί φασι, γενητὸν, Πνεῦμά ἐστι τοῦ Θεοῦ, τὸ κωλύον οὐδὲν πνεύματα Θεοῦ καὶ τὰ ἄλλα καλεῖσθαι ποιήματα· φθάσει γὰρ καὶ ἐπ' αὐτὰ δυνάμει τὸ πρᾶγμα, εἴγε ὅλως ἐνδέχεται γενητὴν οὐσίαν Πνεῦμα ὑπάρχειν τοῦ Θεοῦ. καὶ ἦν μὲν ὄντως ἀκόλουθον μακρὸν ἐπὶ τούτοις ἀναπτύξαι λόγον, καὶ διὰ πλειόνων ἀδολεσχῆσαι, τὰς τῶν ἀνοσίων αἱρετικῶν ἀνατρέποντας ἀβουλίας· ἀρκούντως δὲ ἤδη διειληφότες περὶ τοῦ Ἁγίου Πνεύματος, ἐν τῷ περὶ τῆς ἁγίας