Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.136
Not analysed yet
αὐτὸν ἐβαπτίζοντο, καθάπερ ὁ Παῦλός φησιν, "ἐν τῇ νεφέλῃ "καὶ ἐν τῇ θαλάσσῃ," καὶ εἰς νόμον δουλείας ἐξ εἰδωλολατρείας ἀνεσκευάζοντο διακονουμένης αὐτοῖς τῆς ἐν γράμμασιν ἐντολῆς δι' ἀγγέλων· οἱ δὲ πίστει τῇ εἰς Χριστὸν εἰς υἱοθεσίαν ἀναβαίνοντες Θεοῦ, οὐκ εἰς ἕν τι τῶν γενητῶν, ἀλλ' εἰς αὐτὴν τὴν ἁγίαν βαπτίζονται Τριάδα, διὰ μεσίτου τοῦ Λόγου, συνάπτοντος μὲν ἑαυτῷ τὰ ἀνθρώπινα διὰ τῆς ἑνωθείσης σαρκὸς, συναπτομένου δὲ φυσικῶς τῷ γεννήσαντι, καθὸ φύσει Θεός· οὕτω γὰρ ἀνατρέχει τὸ δοῦλον εἰς υἱότητα, διὰ μετοχῆς τοῦ κατ' ἀλήθειαν Υἱοῦ, πρὸς τὸ ὑπάρχον αὐτῷ κατὰ φύσιν ἀξίωμα καλούμενόν τε καὶ οἷον ἀναβιβαζόμενον. διά τοι τοῦτο γεννητοὶ λεγόμεθα καί ἐσμεν τοῦ Θεοῦ, οἱ τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν διὰ πίστεως παραδεξάμενοι. Ἐπειδὴ δὲ ῥιψοκινδύνως ἀποτολμῶσί τινες, ὥσπερ τοῦ Μονογενοῦς, οὕτω καὶ τοῦ Ἁγίου καταψεύδεσθαι Πνεύματος, γενητὸν αὐτὸ καὶ κτιστὸν εἶναι φάσκοντες, καὶ ὅλως τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐξέλκειν ὁμοουσιότητος, φέρε δὴ πάλιν ταῖς ἐκείνων ἀθυρογλωσσίαις τὸν τῆς ὀρθῆς πίστεως ἀντεξάγοντες λόγον, ἑαυτοῖς τε καὶ τοῖς ἐντευξομένοις ὠφελείας γεννήσωμεν ἀφορμάς. εἰ γὰρ μήτε Θεὸς κατὰ φύσιν, ὦ οὗτοι, μήτε μὴν ἐκ Θεοῦ τὸ Πνεῦμά ἐστιν ἴδιον αὐτοῦ, καὶ διὰ τοῦτο οὐσιωδῶς ἐνυπάρχον αὐτῷ· ἕτερον δέ τι παρ' αὐτὸν, καὶ τῆς τῶν πεποιημένων ὁμοφυΐας οὐκ ἀπῳκισμένον, πῶς οἱ δι' αὐτοῦ γεννηθέντες ἡμεῖς ἐκ Θεοῦ γεγεννῆσθαι λεγόμεθα; ἢ γὰρ ὅτι ψεύδεται πάντως ἐροῦμεν ὁ Εὐαγγελιστὴς, ἢ εἴπερ ἐστὶν ἀληθὴς, ἔχει δὲ οὕτω, καὶ οὐχ ἑτέρως, Θεὸς ἔσται καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμα, οὗ δὴ καὶ μετίσχειν διὰ πίστεως τῆς εἰς Χριστὸν ἀξιούμενοι, θείας τε φύσεως ἀποτελούμεθα κοινωνοὶ, καὶ ἐκ Θεοῦ γεγεννῆσθαι λεγόμεθα, καὶ θεοὶ διὰ τοῦτο χρηματίζομεν, οὐ χάριτι μόνον