Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.144
Not analysed yet
χάριτος ἔχειν τὴν δόξαν ἔφη τὸν Υἱὸν ὁ πνευματοφόρος· εἶτα ποῖ ποτε προκόψει τὸ πλῆρες, ἢ ποίαν ὅλως ἐπιδέξεται προσθήκην, οὗ ἐπέκεινα μηδέν; οὐκοῦν, οὐχ ᾗ Λόγος ἐστὶ καὶ Θεὸς προκόπτειν εἴρηται, ἀλλ' ὅτι μειζόνως ἀεὶ θαυμαζόμενος, χαριέστερος παρὰ τοῖς ὁρῶσι διὰ τῶν ἀποτελεσμάτων ἀνεδείκνυτο, προκοπτούσης, ὡς ἔστι μᾶλλον εἰπεῖν ἀληθέστερον, τῆς τῶν θαυμαζόντων ἕξεως, ἤπερ αὐτοῦ τοῦ τελείου, πρὸς χάριν, ὡς Θεοῦ. εἰρήσθω δὲ ταῦτα χρησίμως, εἰ καὶ ἔστι παρεκβατικὸς ὁ λόγος. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν. Ἀκολουθεῖ πάλιν ταῖς ἰδίαις ἐννοίαις ὁ σοφώτατος Εὐαγγελιστὴς, καὶ ὡς τοῖς ὀπίσω χρεωστούμενον τὸν ἐφεξῆς εὐρύθμως ποιεῖται λόγον. ἐπειδὴ γὰρ ἔφη περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ "Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς "παρὰ Πατρὸς," ἵνα μὴ μόνος τοῦτο φαίνηται λέγων, οὐχ ἑνὶ προσώπῳ τοῦ Ἐθεασάμεθα πρέποντος, τὸν ὁμώνυμον συνάπτει μάρτυρα, μίαν ἔχοντα πρὸς αὐτὸν καὶ τὴν αὐτὴν εὐσέβειαν. μαρτυρῶ, φησὶ, τοιγαροῦν ἐγώ· τεθέαμαι γὰρ ὅπερ εἶπον· μαρτυρεῖ δὲ ὁμοίως καὶ ὁ βαπτιστής· ἀξιολογωτάτη τῶν πνευματοφόρων δυὰς καὶ ἀξιόχρεως ξυνωρὶς ἀνδρῶν ἀληθείᾳ συντεθραμμένων, καὶ οὐκ εἰδότων τὸ ψεύδεσθαι. θέα δὲ ὅπως ἐμφαντικωτάτην ἡμῖν ἐποιήσατο τὴν ἐξήγησιν· οὐ γὰρ μόνον ὅτι μαρτυρεῖ φησιν ὁ Ἰωάννης περὶ αὐτοῦ, προστίθησι δὲ χρησίμως ὅτι καὶ κέκραγεν, ἀπὸ τοῦ "Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ" λαμβάνων τοῦ λόγου τὴν ἀπόδειξιν· καλῶς δὲ καὶ τοῦτο λίαν. ἐνεχώρει γάρ τινας τῶν δι' ἐναντίας εἰπεῖν Πότε τῷ Μονογενεῖ μεμαρτύρηκεν ὁ βαπτιστὴς, ἢ καὶ τίσιν ἐκεῖνος περὶ τούτων ἀνεκοινώσατο;