Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.145
Not analysed yet
κέκραγεν οὖν, φησὶν, τουτέστιν, οὐκ ἐν παραβύστῳ λαλεῖ, οὐκ ἠρέμα καὶ ψιθυρίζων μαρτυρεῖ, σάλπιγγος ἀκούσῃ βοῶντος εὐηχέστερον. οὐ μόνος ἀκούσας τὰ τοιαῦτά φημι, πλατὺς καὶ εἰς πάντας ὁ λόγος, λαμπρὸς ὁ κήρυξ, ἐπίσημος ἡ φωνὴ, μέγας καὶ οὐκ ἄγνωστος ὁ πρόδρομος. Οὗτος ἦν ὃν εἷπον Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Ὀνομάσας τὸν μάρτυρα τὸν ὁμογνώμονα καὶ ὁμώνυμον αὐτῷ, καὶ μεγάλῃ δείξας ἀποχρησάμενον τῇ φωνῇ πρὸς τὴν τοῦ κηρύγματος διακονίαν, ἐπάγει χρησίμως καὶ τῆς μαρτυρίας τὸν τρόπον· ἐν τούτῳ γὰρ μάλιστα σύμπαν ἦν τὸ ζητούμενον. τί οὖν ἄρα τὸν τοιοῦτον Ἰωάννην ἀνακεκραγότα περὶ τοῦ Μονογενοῦς εὑρήσομεν; Ὁ ὀπίσω μου ἐρχόμενος ἐμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν; βαθὺς ὁ λόγος, καὶ πολλὴν ἐφ' ἑαυτῷ τὴν βάσανον ἀπαιτῶν· ἡ μὲν γὰρ πρόχειρος τοῖς πολλοῖς καὶ τετριμμένη διάνοια, τοιαύτη τις οὖσα τυγχάνει· ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς γεννήσεως χρόνον τῆς μετὰ σαρκὸς, προεβάδιζε τοῦ Σωτῆρος ὁ βαπτιστὴς, ἠκολούθει δέ πως καὶ ὀπίσω τρέχων ἐφαίνετο μησὶν ἓξ ὑστερίζων ὅλοις ὁ Ἐμμανουὴλ, ὡς ὁ μακάριος ἱστόρησε Λουκᾶς. τοῦτο λέγειν οἴονται τὸν Ἰωάννην τινὲς, ἵνα νοῆται τοιῶσδε Ὁ ὀπίσω μου ἐρχόμενος κατὰ τὸν τῆς ἡλικίας χρόνον, ἔμπροσθέν μου γέγονεν. ἀλλ' ἔστιν ἰδεῖν τὸν ὀξυωπέστερον τοῖς θείοις ἐνατενίζοντα θεωρήμασι, πρῶτον μὲν, ὅπως εἰς ἐξιτήλους ἐννοίας ὁ λόγος ἡμῖν εἰσφέρεται, καὶ μακράν που τῶν ἀναγκαίως ζητουμένων ἀποδημεῖ. παρελήφθη γὰρ μάρτυς ὁ ἅγιος βαπτιστὴς, οὐχ ἵνα τῷ τῆς γεννήσεως χρόνῳ, ποτὲ μὲν ὑστερίζοντα, ποτὲ δὲ αὖ πάλιν προτερεύοντα