Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.155
Not analysed yet
"τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος ἅγιος ἅγιος Κύριος σαβαὼθ, "πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ." Ἰεζεκιὴλ δὲ πάλιν διαῤῥήδην ἡμῖν ἀνακεκραγότος, ὅτι καὶ θεάσοιτο τὰ Χερουβὶμ, στερέωμα μὲν ὡς ἐν εἴδει σαπφείρου ταῖς οἰκείαις ἐπηρτημένον ἔχοντα κεφαλαῖς, ἐπὶ θρόνου δὲ ὁμοίως τὸν Κύριον σαβαώθ· λέγει γὰρ ἐπ' αὐτῆς οὕτω τῆς λέξεως "Καὶ "ἰδοὺ, φησὶ, φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος "ὑπὲρ κεφαλῆς αὐτῶν, καὶ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ "ὑπὲρ κεφαλῆς αὐτῶν ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα "θρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου "ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν· καὶ εἶδον ὡς ὄψιν "ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁρά"σεως ὀσφύος καὶ ἕως κάτω, καὶ εἶδον ὡς ὅρασιν πυρὸς, "καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν "τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους "κυκλόθεν, αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου." οὐκοῦν ἐπειδήπερ ἐλπίδος ἦν οὐ μακρὰν, τοιαῦτά τινα πρὸς ἡμᾶς ἐρεῖν οὐκ ὀλίγους τῶν ἀμαθεστέρων, ἀναγκαίως ὁ μακάριος Εὐαγγελιστὴς ἀνακόπτειν αὐτῶν τὰς ἐπιχειρήσεις ἐπείγεται λέγων Θεὸν οὐδεὶς ἑώρακε πώποτε· αὐτὸς γὰρ Θεὸς ὢν ὁ Μονογενὴς, ὁ ἐν κόλποις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην πρὸς ἡμᾶς ἐποιήσατο τὴν ἐξήγησιν, πρὸς μὲν τὸν ἱεροφάντην Μωυσέα σαφέστατα δὴ λίαν εἰπὼν, ὅτι οὐδεὶς ὄψεται "τὸ "πρόσωπόν μου, καὶ ζήσεται·" πρὸς δέ γε τοὺς οἰκείους κατὰ καιρὸν μαθητάς "Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ "μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα." μόνῳ γὰρ Υἱῷ τῷ κατὰ φύσιν ὁρατὸς ὁ Πατὴρ καὶ οὕτως, ὡς ἄν τις εἰκάσαι θεοπρεπῶς τὴν θείαν ὁρᾶν τε καὶ ὁρᾶσθαι φύσιν, ἑτέρῳ δὲ τῶν ὄντων οὐδενί· διαψεύσεται γεμὴν οὐδαμῶς τῶν ἁγίων προφητῶν ὁ λόγος, ἑωρακέναι βοώντων τὸν Κύριον