Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.154
Not analysed yet
ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. ΘΕΑ δὴ πάλιν ἐν τούτοις τοῦ πνευματοφόρου τὴν νῆψιν. οὐκ ἠγνόησεν ὅτι πάντως ἐροῦσί τινες τὰ περὶ τοῦ Μονογενοῦς εἰρημένα πικρότερον βασανίζοντες Ἔφης, ὦ οὗτος, τεθεᾶσθαι "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ "Πατρός·" εἶτα δέον ἀπολεπτύνειν ἡμῖν τὴν ἐπὶ τούτοις ἐξήγησιν, καὶ θεοπρεπές τι πρᾶγμα καὶ ἐξαίσιον εἰπεῖν, ἀπὸ τῆς κατὰ Μωυσέως ὑπεροχῆς καὶ τῶν Ἰωάννου μέτρων ἐποιήσω τὴν ἀπόδειξιν, ὡς οὐκ ἐνὸν ἑτέρως ὁρᾶσθαι τὴν δόξαν αὐτοῦ, καίτοι τοῦ μὲν μακαρίου προφήτου λέγοντος Ἡσαΐου "Εἶδον τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου "ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης "αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες "τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἐνὶ, καὶ ταῖς μὲν δυσὶ κατεκά"λυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς "πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἐκέκραγον ἕτερος πρὸς