Ancient Greek · ~8 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.157
Not analysed yet
ὀνομαζομένων, ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς τῶν θεῶν, Θεός ἐστι Μονογενὴς ὁ Υἱὸς, ἔξω δηλονότι τῶν ἄλλων κείσεται, καὶ οὐκ ἐν τοῖς κατὰ χάριν τετάξεται θεοῖς· ἔσται δὲ μᾶλλον μετὰ Πατρὸς ἀληθινός· οὕτω γὰρ ἡμῖν ὁ Παῦλος συναρμόττει λέγων "Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ "πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·" ἑνὸς γὰρ ὄντος κατὰ φύσιν Θεοῦ τοῦ Πατρὸς, οὐκ ἔξω τοῦ εἶναι Θεὸς ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ μενεῖ Λόγος, τῇ τοῦ γεννήσαντος ἰδιότητι διαπρέπων, καὶ οὐσιωδῶς πρὸς τὸ ἴσον ἀναβαίνων ἀξίωμα, κατά γε τὸ εἶναι κατὰ φύσιν Θεός. Διά τοι τοῦτο καὶ ἐν κόλποις αὐτὸν εἶναί φησι τοῦ Πατρὸς, ἵνα πάλιν ἐννοῇς τὸ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά "σε." ὥσπερ γὰρ ἐν τούτῳ, τό Ἐκ γαστρὸς, διὰ τὸ ἐξ αὐτοῦ καὶ γνησίως τίθησιν, ὡς ἐξ ὁμοιότητος πάλιν τῆς καθ' ἡμᾶς· πρόεισι γὰρ ἐκ γαστρὸς τὰ ἐξ ἀνθρώπων γεννώμενα· οὕτω καὶ ὅτε τό Ἐν κόλπῳ φησὶ, μονονουχὶ βούλεται δηλοῦν ἐν τῇ τοῦ Πατρὸς νηδύϊ γεννώσῃ μὲν τὸν Υἱὸν ἐκφαντικῶς, ὡς ἐν ἐκλάμψει θεοπρεπεῖ καὶ ἀῤῥήτῳ τινὶ προόδῳ τῇ πρὸς ἰδίαν ὑπόστασιν, ἐχούσῃ δὲ πάλιν αὐτὸν, ἐπεὶ μὴ κατὰ ἀποκοπὴν, ἤτοι μερισμὸν τὸν κατὰ σῶμα, τὸ θεῖον ἐκ Πατρὸς προέκυψε γέννημα. καὶ γοῦν ὁ Υἱός που φησὶν, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, ἔχοι δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα. τὸ γὰρ ἴδιον αὐτὸ τῆς τοῦ Πατρὸς οὐσίας φυσικῶς διῆκον εἰς τὸν Υἱὸν, ἐν αὐτῷ δείκνυσι τὸν Πατέρα· ἔχει δὲ αὖ πάλιν ὁ Πατὴρ ἐν ἑαυτῷ τὸν Υἱὸν τῇ ἀπαραλλάκτῳ τῆς οὐσίας ταυτότητι ῥιζούμενον, καὶ ἐκπεφυκότα μὲν ὡς ἐξ αὐτοῦ, πλὴν οὐ κατὰ μερισμὸν ἢ διάστασιν τοπικὴν, ἀλλ' ἐνυπάρχοντά τε καὶ ἀεὶ συνυπάρχοντα· οὕτω δὴ μᾶλλον εὐσεβῶς τὸ ἐν κόλποις εἶναι τοῦ Πατρὸς παραδεξόμεθα τὸν Υἱὸν, οὐ καθάπερ ἐξειλήφασί