Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.158
Not analysed yet
τινες τῶν θεομαχεῖν εἰθισμένων, "ὧν τὸ κρῖμα ἔνδικόν ἐστι·" πάντα γὰρ τὰ ὀρθὰ διαστρέφουσι, κατὰ τὴν τοῦ προφήτου φωνὴν, τὰς τῶν ἁπλουστέρων παραλύοντες ἀκοὰς, καὶ "ἁμαρτάνοντες ἀφυλάκτως εἰς τοὺς ἀδελφοὺς, ὑπὲρ ὧν "Χριστὸς ἀπέθανε." Τί γὰρ δὴ καὶ νοοῦσι καὶ λέγουσι καὶ διδάσκειν ἑτέρους ἐπιχειροῦσιν, ἀναγκαῖον εἰπεῖν· εἰς τὸν κόλπον τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν εἶναι τοῦ ἁγίου λέγοντος Εὐαγγελιστοῦ, εἶτα τῶν τῆς Ἐκκλησίας τέκνων νοούντων ὀρθῶς, καὶ ἐκ Πατρὸς καὶ ἐν Πατρὶ διὰ τοῦτο διαβεβαιουμένων ὑπάρχειν αὐτὸν, καὶ τὸ ἐν γεννήσει γνήσιον ἀποσώζεσθαι δεῖν, καὶ μάλα εἰκότως, φιλονεικούντων αὐτῶν, διαγελῶσιν εὐθὺς οἱ πάσῃ μεθύοντες ἀμαθίᾳ, καὶ δὴ καὶ ἀποτολμῶσι λέγειν Λῆρος, ὦ οὗτοι, τὰ παρ' ὑμῖν· οὐ γὰρ εὐπαιδεύτως τὰ περὶ Θεοῦ δοξάζετε, διὰ τὸ ἐν κόλπῳ λέγεσθαι τοῦ Πατρὸς τὸν Υἱὸν ἐκπεφυκέναι, πάντως αὐτὸν οἰόμενοι τῆς οὐσίας αὐτοῦ, καὶ τῆς ἀγενήτου φύσεως εἶναι καρπὸν ἀνοήτως ὑπολαμβάνοντες. ἢ γὰρ οὐκ ἠκούσατε, φασὶν, ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς, ὅτε τοὺς περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου λόγους αὐτὸς ἐποιεῖτο Χριστὸς, ὅτι ἐγένετο δὲ ἀποθανεῖν τὸν Λάζαρον, "καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλ"πον τοῦ Ἁβραάμ;" δώσετε δὴ οὖν διὰ τὸ ἐν κόλπῳ τοῦ Ἁβραὰμ γενέσθαι τὸν Λάζαρον, ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχειν αὐτὸν, ἢ τοῦτο μὲν παραιτήσεσθε λέγειν ποιοῦντες ὀρθῶς, διὰ δὲ τοῦ κόλπου τὴν ἀγάπησιν νοεῖσθαι καὶ αὐτοὶ σὺν ἡμῖν συγχωρήσετε; εἶναι τοιγαροῦν τὸν Υἱὸν ἐν κόλπῳ φαμὲν τοῦ Θεοῦ καὶ Πατρὸς, ἀντὶ τοῦ ἐν ἀγαπήσει, καθὰ καὶ αὐτός που φησίν "Ὁ Πατὴρ ἀγαπᾷ τὸν "Υἱόν." Ἀλλ' ὅταν τούτοις ἡμᾶς παίωσι τοῖς λόγοις οἱ φιλεπιτιμηταὶ, κἂν πρὸς μόνον τὸ διαλοιδορεῖσθαι γοργοὶ, τότε καὶ