Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.161
Not analysed yet
οὐκ εἰμὶ ὁ Χριστός. οὐκοῦν οὐδὲ ἐγὼ, φησὶν, ὁ τοῦ βιβλίου συγγραφεὺς διέψευσμαι λέγων περὶ αὐτοῦ "Οὐκ ἦν ἐκεῖνος "τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός." Καὶ ἠρώτησαν αὐτόν Τί οὖν; Ἡλίας εἶ; καὶ λέγει Οὐκ εἰμί. Ὃ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ. Ὡς ἐν ἐξηγήσει πάλιν εἰπών "ὡμολόγησεν ὅτι ἐγὼ οὐκ "εἰμὶ ὁ Χριστός·" δεικνύειν πειρᾶται πῶς ἢ κατὰ τίνα τρόπον ὁ τῆς ὁμολογίας γέγονε λόγος· καί μοι δοκεῖ διὰ τούτων τὴν τῶν Ἰουδαίων ἀπαιδευσίαν βούλεσθαι γυμνοῦν. "φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν·" καὶ ἐπὶ τῇ τοῦ νόμου γνώσει κατωφρυωμένοι, ἄνω τε καὶ κάτω τὰς διὰ Μωυσέως προτείνοντες ἐντολὰς, καὶ πρὸς τοὺς τῶν ἁγίων προφητῶν ἀπηκριβῶσθαι λόγους διισχυριζόμενοι, δι' ὧν ἐρωτῶσιν ἀπαιδεύτως, διὰ τούτων πολὺ λίαν ὄντες ἀμαθεῖς ἐξελέγχονται· ὁ μὲν γὰρ ἱεροφάντης Μωυσῆς ὡς ἐν προφήτου τάξει τὸν Κύριον ἀναδειχθήσεσθαι λέγων, προεκήρυττε τοῖς υἱοῖς Ἰσραὴλ, ὅτι "Προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ "ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε· "κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν "Χωρήβ." ὁ δὲ μακάριος Ἡσαίας, τὸν πρόδρομον ἡμῖν καὶ προάγγελον εἰσφέρων "Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, φησίν "Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς "τρίβους αὐτοῦ·" καὶ τρίτος ἐπὶ τούτοις ὁ προφήτης Ἰωὴλ περὶ τοῦ Θεσβίτου φησίν· Ἡλίας δὲ οὗτος· "Καὶ ἰδοὺ ἐγὼ "ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει "καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ ἀπειθεῖς ἐν φρονήσει δι"καίων, ἵνα μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην." Τριῶν ὄντων τοίνυν, οἵπερ ἥξειν ἠγγέλλοντο, Χριστοῦ