Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.160
Not analysed yet
καιρὸν οἰκεῖον, ὡς ἂν εἰρῆσθαι δοκῇ, ὁποῖον εἶναί φημι τὸ ἐπὶ Μωυσέως "Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον "σου." ἀδικήσει δὲ ὅλως τὸν λόγον οὐδὲν τὸ ἐν κόλπῳ τεθεῖσθαι τοῦ Ἁβραὰμ τὸν Λάζαρον εἰπεῖν, συναγορεύσει δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἡμετέροις συνδραμεῖται θεωρήμασι. μόνον γὰρ οὐχὶ τοῦτό φησιν ἡ θεία γραφή· τεθνεὼς ὁ Λάζαρος καὶ τὴν μετὰ σώματος καταλύσας ζωὴν, εἰς κόλπον Ἁβραὰμ ἀπηνέχθη, ἀντὶ τοῦ ἐν υἱοῖς Ἁβραὰμ κατατέτακται· πατέρα γὰρ πολλῶν ἐθνῶν τέθεικά σε πρὸς αὐτὸν ὁ Θεὸς, οὕτω δέ που γέγραπται περὶ αὐτοῦ "Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε." Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. Μέμνηται τῶν ἑαυτοῦ λόγων ὁ Εὐαγγελιστὴς, καὶ πλατύτερον ἡμῖν ἐξηγεῖσθαι σπουδάζει, καλῶς γε σφόδρα ποιῶν, ἅπερ ἤδη φθάσας ὡς ἐν κεφαλαίῳ συνειλημμένως καταμεμήνυκεν· εἰπὼν γάρ "Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ "Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα "μαρτυρήσῃ περὶ τοῦ φωτὸς," ἀναγκαίως εἰσφέρει καὶ τῆς παρ' αὐτοῦ γενομένης μαρτυρίας τὸν τρόπον· ὅτε γὰρ, φησὶν, οἱ τῶν Ἰουδαικῶν ταγμάτων κατὰ νόμον καθηγηταὶ πρὸς αὐτὸν ἀπεστάλκασιν ἱερεῖς καὶ Λευίτας, ἀναπυθέσθαι προστάξαντες, τί ἂν λέγοι περὶ ἑαυτοῦ, τότε δὴ καὶ μάλα σαφῶς ὡμολόγησε, πᾶσαν ἀποπτύσας αἰδὼ διὰ τὴν ἀλήθειαν· ἔφη γὰρ ὅτι ἐγὼ