Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.163
Not analysed yet
"κληθήσεται, καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν "πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ, οἱ δὲ διεσπαρμένοι "πορεύσονται ἐν αὐτῇ." Ὁ αὐτός. "Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακα"λέσω εἰς ὁδόν." Ὁ αὐτός. Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους οὓς οὐκ ᾔδεσαν πατῆσαι ποιήσω αὐτούς. Ἱερεμίας. "Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους "Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ "βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς "ὑμῶν." Τίς οὖν ἐστιν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ ἁγνίζουσα τοὺς βαδίζοντας ἐν αὐτῇ, αὐτὸς λεγέτω Χριστός "Ἐγώ εἰμι ἡ ὁδός." Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. Οἱ παρὰ τῶν Ἰουδαίων ἀποστελλόμενοι· Λευῖται δὲ ἦσαν, καὶ τῶν ἐν ἱερωσύνῃ τινές· ἀπαιδεύτως ἐρωτῶντες ἠλέγχοντο· ἕτερον γὰρ εἶναι τὸν Χριστὸν, ἕτερον δὲ τὸν διὰ τοῦ νόμου προφήτην ὑποτοπάσαντες ἔφασκον μετὰ τὸ φάναι τὸν ἅγιον βαπτιστήν "Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς," "Ὁ προφήτης εἶ σύ;" ἀλλ' ἰδοὺ καὶ ἡ τῶν Φαρισαίων πληθὺς δοκησισοφοῦσα μᾶλλον ἤπερ ὄντως ἀκριβῆ τῶν θείων λογίων τὴν γνῶσιν ἔχουσα φωρᾶται· τί γὰρ ὅλως βαπτίζεις, φησὶν, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἡλίας οὐδὲ ὁ προφήτης; φαίνονται δὲ πάλιν, οὐ μικρὰν ὠδίνοντες κατὰ τοῦ βαπτιστοῦ τὴν ἀπόνοιαν. οὐ γὰρ ἀξιοῦσι, κατὰ τὸ εἰκὸς, ἐν τῷ καταλόγῳ τῶν προσδοκωμένων κατατάττειν αὐτὸν, τὴν δὲ ἑαυτοῖς συντεθραμμένην νοσοῦντες ἀλαζονείαν, οὐδὲν εἶναι νομίζουσι, κἂν διὰ τῆς τοῦ προφήτου